ΙΩΑΝΝΟΥ ΑΠΟΚΑΛΥΨΙΣ

 

α:1 Αποκάλυψις Ιησου Χριστου, ην εδωκεν αυτω ο θεός, δειξαι τοις δούλοις αυτου α δει γενέσθαι εν τάχει, και εσήμανεν αποστείλας δια του αγγέλου αυτου τω δούλω αυτου Ιωάννη, 2 ος εμαρτύρησεν τον λόγον του θεου και την μαρτυρίαν Ιησου Χριστου, οσα ειδεν. 3 μακάριος ο αναγινώσκων και οι ακούοντες τους λόγους της προφητείας και τηρουντες τα εν αυτη γεγραμμένα, ο γαρ καιρος εγγύς. 4 Ιωάννης ταις επτα εκκλησίαις ταις εν τη Ασία. χάρις υμιν και ειρήνη απο ο ων και ο ην και ο ερχόμενος, και απο των επτα πνευμάτων α ενώπιον του θρόνου αυτου, 5 και απο Ιησου Χριστου, ο μάρτυς ο πιστός, ο πρωτότοκος των νεκρων και ο αρχων των βασιλέων της γης. Τω αγαπωντι ημας και λύσαντι ημας εκ των αμαρτιων ημων εν τω αιματι αυτου,υ 6 και εποίησεν ημας βασιλείαν, ιερεις τω θεω και πατρι αυτου,υ αυτω η δόξα και το κράτος εις τους αιωνας των αιώνων. αμήν. 7 Ιδου ερχεται μετα των νεφελων, και οψεται αυτον πας οφθαλμος και οιτινες αυτον εξεκέντησαν, και κόψονται επ' αυτον πασαι αι φυλαι της γης. ναί, αμήν. 8 Εγώ ειμι το Αλφα και το Ω, λέγει κύριος ο θεός, ο ων και ο ην και ο ερχόμενος, ο παντοκράτωρ. 9 Εγω Ιωάννης, ο αδελφος υμων και συγκοινωνος εν τη θλίψει και βασιλεία και υπομονη εν Ιησου, εγενόμην εν τη νήσω τη καλουμένη Πάτμω δια τον λόγον του θεου και την μαρτυρίαν Ιησου. 10 εγενόμην εν πνεύματι εν τη κυριακη ημέρα, και ηκουσα οπίσω μου φωνην μεγάλην ως σάλπιγγος 11 λεγούσης, Ο βλέπεις γράψον εις βιβλίον και πέμψον ταις επτα εκκλησίαις, εις Εφεσον και εις Σμύρναν και εις Πέργαμον και εις Θυάτειρα και εις Σάρδεις και εις Φιλαδέλφειαν και εις Λαοδίκειαν. 12 Και επέστρεψα βλέπειν την φωνην ητις ελάλει μετ' εμου. και επιστρέψας ειδον επτα λυχνίας χρυσας, 13 και εν μέσω των λυχνιων ομοιον υιον ανθρώπου, ενδεδυμένον ποδήρη και περιεζωσμένον προς τοις μαστοις ζώνην χρυσαν. 14 η δε κεφαλη αυτου και αι τρίχες λευκαι ως εριον λευκόν, ως χιών, και οι οφθαλμοι αυτου ως φλοξ πυρός, 15 και οι πόδες αυτου ομοιοι χαλκολιβάνω ως εν καμίνω πεπυρωμένης, και η φωνη αυτου ως φωνη υδάτων πολλων, 16 και εχων εν τη δεξια χειρι αυτου αστέρας επτά, και εκ του στόματος αυτου ρομφαία δίστομος οξεια εκπορευομένη, και η οψις αυτου ως ο ηλιος φαίνει εν τη δυνάμει αυτου. 17 Και οτε ειδον αυτόν, επεσα προς τους πόδας αυτου ως νεκρός. και εθηκεν την δεξιαν αυτου επ' εμε λέγων, Μη φοβου. εγώ ειμι ο πρωτος και ο εσχατος, 18 και ο ζων, και εγενόμην νεκρος και ιδου ζων ειμι εις τους αιωνας των αιώνων, και εχω τας κλεις του θανάτου και του αδου. 19 γράψον ουν α ειδες και α εισιν και α μέλλει γενέσθαι μετα ταυτα. 20 το μυστήριον των επτα αστέρων ους ειδες επι της δεξιας μου, και τας επτα λυχνίας τας χρυσας. οι επτα αστέρες αγγελοι των επτα εκκλησιων εισιν, και αι λυχνίαι αι επτα επτα εκκλησίαι εισίν.

β:1 Τω αγγέλω της εν Εφέσω εκκλησίας γράψον. Τάδε λέγει ο κρατων τους επτα αστέρας εν τη δεξια αυτου, ο περιπατων εν μέσω των επτα λυχνιων των χρυσων. 2 Οιδα τα εργα σου και τον κόπον και την υπομονήν σου, και οτι ου δύνη βαστάσαι κακούς, και επείρασας τους λέγοντας εαυτους αποστόλους και ουκ εισίν, και ευρες αυτους ψευδεις. 3 και υπομονην εχεις, και εβάστασας δια το ονομά μου, και ου κεκοπίακες. 4 αλλα εχω κατα σου οτι την αγάπην σου την πρώτην αφηκες. 5 μνημόνευε ουν πόθεν πέπτωκας, και μετανόησον και τα πρωτα εργα ποίησον. ει δε μή, ερχομαί σοι και κινήσω την λυχνίαν σου εκ του τόπου αυτης, εαν μη μετανοήσης. 6 αλλα τουτο εχεις, οτι μισεις τα εργα των Νικολαϊτων, α καγω μισω. 7 ο εχων ους ακουσάτω τί το πνευμα λέγει ταις εκκλησίαις. τω νικωντι δώσω αυτω φαγειν εκ του ξύλου της ζωης, ο εστιν εν τω παραδείσω του θεου. 8 Και τω αγγέλω της εν Σμύρνη εκκλησίας γράψον. Τάδε λέγει ο πρωτος και ο εσχατος, ος εγένετο νεκρος και εζησεν. 9 Οιδά σου την θλιψιν και την πτωχείαν, αλλα πλούσιος ει, και την βλασφημίαν εκ των λεγόντων Ιουδαίους ειναι εαυτούς, και ουκ εισιν αλλα συναγωγη του Σατανα. 10 μηδεν φοβου α μέλλεις πάσχειν. ιδου μέλλει βάλλειν ο διάβολος εξ υμων εις φυλακην ινα πειρασθητε, και εξετε θλιψιν ημερων δέκα. γίνου πιστος αχρι θανάτου, και δώσω σοι τον στέφανον της ζωης. 11 ο εχων ους ακουσάτω τί το πνευμα λέγει ταις εκκλησίαις. ο νικων ου μη αδικηθη εκ του θανάτου του δευτέρου. 12 Και τω αγγέλω της εν Περγάμω εκκλησίας γράψον. Τάδε λέγει ο εχων την ρομφαίαν την δίστομον την οξειαν. 13 Οιδα που κατοικεις, οπου ο θρόνος του Σατανα, και κρατεις το ονομά μου, και ουκ ηρνήσω την πίστιν μου και εν ταις ημέραις Αντιπας ο μάρτυς μου ο πιστός μου, ος απεκτάνθη παρ' υμιν, οπου ο Σατανας κατοικει. 14 αλλ εχω κατα σου ολίγα, οτι εχεις εκει κρατουντας την διδαχην Βαλαάμ, ος εδίδασκεν τω Βαλακ βαλειν σκάνδαλον ενώπιον των υιων Ισραήλ, φαγειν ειδωλόθυτα και πορνευσαι. 15 ουτως εχεις και συ κρατουντας την διδαχην των Νικολαϊτων ομοίως. 16 μετανόησον ουν. ει δε μή, ερχομαί σοι ταχύ, και πολεμήσω μετ' αυτων εν τη ρομφαία του στόματός μου. 17 ο εχων ους ακουσάτω τί το πνευμα λέγει ταις εκκλησίαις. τω νικωντι δώσω αυτω του μάννα του κεκρυμμένου, και δώσω αυτω ψηφον λευκην και επι την ψηφον ονομα καινον γεγραμμένον ο ουδεις οιδεν ει μη ο λαμβάνων. 18 Και τω αγγέλω της εν Θυατείροις εκκλησίας γράψον. Τάδε λέγει ο υιος του θεου, ο εχων τους οφθαλμους αυτου ως φλόγα πυρός, και οι πόδες αυτου ομοιοι χαλκολιβάνω. 19 Οιδά σου τα εργα και την αγάπην και την πίστιν και την διακονίαν και την υπομονήν σου, και τα εργα σου τα εσχατα πλείονα των πρώτων. 20 αλλα εχω κατα σου οτι αφεις την γυναικα Ιεζάβελ, η λέγουσα εαυτην προφητιν, και διδάσκει και πλανα τους εμους δούλους πορνευσαι και φαγειν ειδωλόθυτα. 21 και εδωκα αυτη χρόνον ινα μετανοήση, και ου θέλει μετανοησαι εκ της πορνείας αυτης. 22 ιδου βάλλω αυτην εις κλίνην, και τους μοιχεύοντας μετ' αυτης εις θλιψιν μεγάλην, εαν μη μετανοήσωσιν εκ των εργων αυτης. 23 και τα τέκνα αυτης αποκτενω εν θανάτω. και γνώσονται πασαι αι εκκλησίαι οτι εγώ ειμι ο εραυνων νεφρους και καρδίας, και δώσω υμιν εκάστω κατα τα εργα υμων. 24 υμιν δε λέγω τοις λοιποις τοις εν Θυατείροις, οσοι ουκ εχουσιν την διδαχην ταύτην, οιτινες ουκ εγνωσαν τα βαθέα του Σατανα, ως λέγουσιν, ου βάλλω εφ' υμας αλλο βάρος. 25 πλην ο εχετε κρατήσατε αχρι'ς ου αν ηξω. 26 και ο νικων και ο τηρων αχρι τέλους τα εργα μου, δώσω αυτω εξουσίαν επι των εθνων, 27 και ποιμανει αυτους εν ράβδω σιδηρα, ως τα σκεύη τα κεραμικα συντρίβεται, 28 ως καγω ειληφα παρα του πατρός μου, και δώσω αυτω τον αστέρα τον πρωϊνόν. 29 ο εχων ους ακουσάτω τί το πνευμα λέγει ταις εκκλησίαις.

γ:1 Και τω αγγέλω της εν Σάρδεσιν εκκλησίας γράψον. Τάδε λέγει ο εχων τα επτα πνεύματα του θεου και τους επτα αστέρας. Οιδά σου τα εργα, οτι ονομα εχεις οτι ζης, και νεκρος ει. 2 γίνου γρηγορων, και στήρισον τα λοιπα α εμελλον αποθανειν, ου γαρ ευρηκά σου τα εργα πεπληρωμένα ενώπιον του θεου μου. 3 μνημόνευε ουν πως ειληφας και ηκουσας, και τήρει, και μετανόησον. εαν ουν μη γρηγορήσης, ηξω ως κλέπτης, και ου μη γνως ποίαν ωραν ηξω επι σέ. 4 αλλα εχεις ολίγα ονόματα εν Σάρδεσιν α ουκ εμόλυναν τα ιμάτια αυτων, και περιπατήσουσιν μετ' εμου εν λευκοις, οτι αξιοί εισιν. 5 ο νικων ουτως περιβαλειται εν ιματίοις λευκοις, και ου μη εξαλείψω το ονομα αυτου εκ της βίβλου της ζωης, και ομολογήσω το ονομα αυτου ενώπιον του πατρός μου και ενώπιον των αγγέλων αυτου. 6 ο εχων ους ακουσάτω τί το πνευμα λέγει ταις εκκλησίαις. 7 Και τω αγγέλω της εν Φιλαδελφεία εκκλησίας γράψον. Τάδε λέγει ο αγιος, ο αληθινός, ο εχων την κλειν Δαυίδ, ο ανοίγων και ουδεις κλείσει, και κλείων και ουδεις ανοίγει. 8 Οιδά σου τα εργα,α ιδου δέδωκα ενώπιόν σου θύραν ηνεωγμένην, ην ουδεις δύναται κλεισαι αυτήν,ν οτι μικραν εχεις δύναμιν, και ετήρησάς μου τον λόγον, και ουκ ηρνήσω το ονομά μου. 9 ιδου διδω εκ της συναγωγης του Σατανα, των λεγόντων εαυτους Ιουδαίους ειναι, και ουκ εισιν αλλα ψεύδονται. ιδου ποιήσω αυτους ινα ηξουσιν και προσκυνήσουσιν ενώπιον των ποδων σου, και γνωσιν οτι εγω ηγάπησά σε. 10 οτι ετήρησας τον λόγον της υπομονης μου, καγώ σε τηρήσω εκ της ωρας του πειρασμου της μελλούσης ερχεσθαι επι της οικουμένης ολης πειράσαι τους κατοικουντας επι της γης. 11 ερχομαι ταχύ. κράτει ο εχεις, ινα μηδεις λάβη τον στέφανόν σου. 12 ο νικων ποιήσω αυτον στυλον εν τω ναω του θεου μου, και εξω ου μη εξέλθη ετι, και γράψω επ' αυτον το ονομα του θεου μου και το ονομα της πόλεως του θεου μου, της καινης Ιερουσαλήμ, η καταβαίνουσα εκ του ουρανου απο του θεου μου, και το ονομά μου το καινόν. 13 ο εχων ους ακουσάτω τί το πνευμα λέγει ταις εκκλησίαις. 14 Και τω αγγέλω της εν Λαοδικεία εκκλησίας γράψον. Τάδε λέγει ο Αμήν, ο μάρτυς ο πιστος και αληθινός, η αρχη της κτίσεως του θεου. 15 Οιδά σου τα εργα, οτι ουτε ψυχρος ει ουτε ζεστός. οφελον ψυχρος ης η ζεστός. 16 ουτως, οτι χλιαρος ει και ουτε ζεστος ουτε ψυχρός, μέλλω σε εμέσαι εκ του στόματός μου. 17 οτι λέγεις οτι Πλούσιός ειμι και πεπλούτηκα και ουδεν χρείαν εχω, και ουκ οιδας οτι συ ει ο ταλαίπωρος και ελεεινος και πτωχος και τυφλος και γυμνός, 18 συμβουλεύω σοι αγοράσαι παρ' εμου χρυσίον πεπυρωμένον εκ πυρος ινα πλουτήσης, και ιμάτια λευκα ινα περιβάλη και μη φανερωθη η αισχύνη της γυμνότητός σου, και κολλούριον εγχρισαι τους οφθαλμούς σου ινα βλέπης. 19 εγω οσους εαν φιλω ελέγχω και παιδεύω. ζήλευε ουν και μετανόησον. 20 ιδου εστηκα επι την θύραν και κρούω. εάν τις ακούση της φωνης μου και ανοίξη την θύραν, και εισελεύσομαι προς αυτον και δειπνήσω μετ' αυτου και αυτος μετ' εμου. 21 ο νικων δώσω αυτω καθίσαι μετ' εμου εν τω θρόνω μου, ως καγω ενίκησα και εκάθισα μετα του πατρός μου εν τω θρόνω αυτου. 22 ο εχων ους ακουσάτω τί το πνευμα λέγει ταις εκκλησίαις.

δ:1 Μετα ταυτα ειδον, και ιδου θύρα ηνεωγμένη εν τω ουρανω, και η φωνη η πρώτη ην ηκουσα ως σάλπιγγος λαλούσης μετ' εμου λέγων, Ανάβα ωδε, και δείξω σοι α δει γενέσθαι μετα ταυτα. 2 ευθέως εγενόμην εν πνεύματι. και ιδου θρόνος εκειτο εν τω ουρανω, και επι τον θρόνον καθήμενος, 3 και ο καθήμενος ομοιος οράσει λίθω ιάσπιδι και σαρδίω, και ιρις κυκλόθεν του θρόνου ομοιος οράσει σμαραγδίνω. 4 και κυκλόθεν του θρόνου θρόνους εικοσι τέσσαρες, και επι τους θρόνους εικοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους εν ιματίοις λευκοις, και επι τας κεφαλας αυτων στεφάνους χρυσους. 5 και εκ του θρόνου εκπορεύονται αστραπαι και φωναι και βρονταί. και επτα λαμπάδες πυρος καιόμεναι ενώπιον του θρόνου, α εισιν τα επτα πνεύματα του θεου, 6 και ενώπιον του θρόνου ως θάλασσα υαλίνη ομοία κρυστάλλω. Και εν μέσω του θρόνου και κύκλω του θρόνου τέσσαρα ζωα γέμοντα οφθαλμων εμπροσθεν και οπισθεν. 7 και το ζωον το πρωτον ομοιον λέοντι, και το δεύτερον ζωον ομοιον μόσχω, και το τρίτον ζωον εχων το πρόσωπον ως ανθρώπου, και το τέταρτον ζωον ομοιον αετω πετομένω. 8 και τα τέσσαρα ζωα, εν καθ' εν αυτων εχων ανα πτέρυγας εξ, κυκλόθεν και εσωθεν γέμουσιν οφθαλμων. και ανάπαυσιν ουκ εχουσιν ημέρας και νυκτος λέγοντες, Αγιος αγιος αγιος κύριος ο θεος ο παντοκράτωρ, ο ην και ο ων και ο ερχόμενος. 9 και οταν δώσουσιν τα ζωα δόξαν και τιμην και ευχαριστίαν τω καθημένω επι τω θρόνω, τω ζωντι εις τους αιωνας των αιώνων, 10 πεσουνται οι εικοσι τέσσαρες πρεσβύτεροι ενώπιον του καθημένου επι του θρόνου και προσκυνήσουσιν τω ζωντι εις τους αιωνας των αιώνων, και βαλουσιν τους στεφάνους αυτων ενώπιον του θρόνου λέγοντες, 11 Αξιος ει, ο κύριος και ο θεος ημων, λαβειν την δόξαν και την τιμην και την δύναμιν, οτι συ εκτισας τα πάντα, και δια το θέλημά σου ησαν και εκτίσθησαν.

:1 Και ειδον επι την δεξιαν του καθημένου επι του θρόνου βιβλίον γεγραμμένον εσωθεν και οπισθεν, κατεσφραγισμένον σφραγισιν επτά. 2 και ειδον αγγελον ισχυρον κηρύσσοντα εν φωνη μεγάλη, Τίς αξιος ανοιξαι το βιβλίον και λυσαι τας σφραγιδας αυτου; 3 και ουδεις εδύνατο εν τω ουρανω ουδε επι της γης ουδε υποκάτω της γης ανοιξαι το βιβλίον ουτε βλέπειν αυτό. 4 και εκλαιον πολυ οτι ουδεις αξιος ευρέθη ανοιξαι το βιβλίον ουτε βλέπειν αυτό. 5 και εις εκ των πρεσβυτέρων λέγει μοι, Μη κλαιε. ιδου ενίκησεν ο λέων ο εκ της φυλης Ιούδα, η ρίζα Δαυίδ, ανοιξαι το βιβλίον και τας επτα σφραγιδας αυτου. 6 Και ειδον εν μέσω του θρόνου και των τεσσάρων ζώων και εν μέσω των πρεσβυτέρων αρνίον εστηκος ως εσφαγμένον, εχων κέρατα επτα και οφθαλμους επτά, οι εισιν τα επτα πνεύματα του θεου απεσταλμένοι εις πασαν την γην. 7 και ηλθεν και ειληφεν εκ της δεξιας του καθημένου επι του θρόνου. 8 και οτε ελαβεν το βιβλίον, τα τέσσαρα ζωα και οι εικοσι τέσσαρες πρεσβύτεροι επεσαν ενώπιον του αρνίου, εχοντες εκαστος κιθάραν και φιάλας χρυσας γεμούσας θυμιαμάτων, αι εισιν αι προσευχαι των αγίων. 9 και αδουσιν ωδην καινην λέγοντες, Αξιος ει λαβειν το βιβλίον και ανοιξαι τας σφραγιδας αυτου, οτι εσφάγης και ηγόρασας τω θεω εν τω αιματί σου εκ πάσης φυλης και γλώσσης και λαου και εθνους, 10 και εποίησας αυτους τω θεω ημων βασιλείαν και ιερεις, και βασιλεύσουσιν επι της γης. 11 Και ειδον, και ηκουσα φωνην αγγέλων πολλων κύκλω του θρόνου και των ζώων και των πρεσβυτέρων, και ην ο αριθμος αυτων μυριάδες μυριάδων και χιλιάδες χιλιάδων, 12 λέγοντες φωνη μεγάλη, Αξιόν εστιν το αρνίον το εσφαγμένον λαβειν την δύναμιν και πλουτον και σοφίαν και ισχυν και τιμην και δόξαν και ευλογίαν. 13 και παν κτίσμα ο εν τω ουρανω και επι της γης και υποκάτω της γης και επι της θαλάσσης, και τα εν αυτοις πάντα, ηκουσα λέγοντας, Τω καθημένω επι τω θρόνω και τω αρνίω η ευλογία και η τιμη και η δόξα και το κράτος εις τους αιωνας των αιώνων. 14 και τα τέσσαρα ζωα ελεγον, Αμήν. και οι πρεσβύτεροι επεσαν και προσεκύνησαν.

ς':1 Και ειδον οτε ηνοιξεν το αρνίον μίαν εκ των επτα σφραγίδων, και ηκουσα ενος εκ των τεσσάρων ζώων λέγοντος ως φωνη βροντης, Ερχου. 2 και ειδον, και ιδου ιππος λευκός, και ο καθήμενος επ' αυτον εχων τόξον, και εδόθη αυτω στέφανος, και εξηλθεν νικων και ινα νικήση. 3 Και οτε ηνοιξεν την σφραγιδα την δευτέραν, ηκουσα του δευτέρου ζώου λέγοντος, Ερχου. 4 και εξηλθεν αλλος ιππος πυρρός, και τω καθημένω επ' αυτον εδόθη αυτω λαβειν την ειρήνην εκ της γης και ινα αλλήλους σφάξουσιν, και εδόθη αυτω μάχαιρα μεγάλη. 5 Και οτε ηνοιξεν την σφραγιδα την τρίτην, ηκουσα του τρίτου ζώου λέγοντος, Ερχου. και ειδον, και ιδου ιππος μέλας, και ο καθήμενος επ' αυτον εχων ζυγον εν τη χειρι αυτου. 6 και ηκουσα ως φωνην εν μέσω των τεσσάρων ζώων λέγουσαν, Χοινιξ σίτου δηναρίου, και τρεις χοίνικες κριθων δηναρίου. και το ελαιον και τον οινον μη αδικήσης. 7 Και οτε ηνοιξεν την σφραγιδα την τετάρτην, ηκουσα φωνην του τετάρτου ζώου λέγοντος, Ερχου. 8 και ειδον, και ιδου ιππος χλωρός, και ο καθήμενος επάνω αυτου ονομα αυτω ο Θάνατος, και ο αδης ηκολούθει μετ' αυτου. και εδόθη αυτοις εξουσία επι το τέταρτον της γης, αποκτειναι εν ρομφαία και εν λιμω και εν θανάτω και υπο των θηρίων της γης. 9 Και οτε ηνοιξεν την πέμπτην σφραγιδα, ειδον υποκάτω του θυσιαστηρίου τας ψυχας των εσφαγμένων δια τον λόγον του θεου και δια την μαρτυρίαν ην ειχον. 10 και εκραξαν φωνη μεγάλη λέγοντες, Εως πότε, ο δεσπότης ο αγιος και αληθινός, ου κρίνεις και εκδικεις το αιμα ημων εκ των κατοικούντων επι της γης; 11 και εδόθη αυτοις εκάστω στολη λευκή, και ερρέθη αυτοις ινα αναπαύσονται ετι χρόνον μικρόν, εως πληρωθωσιν και οι σύνδουλοι αυτων και οι αδελφοι αυτων οι μέλλοντες αποκτέννεσθαι ως και αυτοί. 12 Και ειδον οτε ηνοιξεν την σφραγιδα την εκτην, και σεισμος μέγας εγένετο, και ο ηλιος εγένετο μέλας ως σάκκος τρίχινος, και η σελήνη ολη εγένετο ως αιμα, 13 και οι αστέρες του ουρανου επεσαν εις την γην, ως συκη βάλλει τους ολύνθους αυτης υπο ανέμου μεγάλου σειομένη, 14 και ο ουρανος απεχωρίσθη ως βιβλίον ελισσόμενον, και παν ορος και νησος εκ των τόπων αυτων εκινήθησαν. 15 και οι βασιλεις της γης και οι μεγιστανες και οι χιλίαρχοι και οι πλούσιοι και οι ισχυροι και πας δουλος και ελεύθερος εκρυψαν εαυτους εις τα σπήλαια και εις τας πέτρας των ορέων. 16 και λέγουσιν τοις ορεσιν και ταις πέτραις, Πέσετε εφ' ημας και κρύψατε ημας απο προσώπου του καθημένου επι του θρόνου και απο της οργης του αρνίου, 17 οτι ηλθεν η ημέρα η μεγάλη της οργης αυτων, και τίς δύναται σταθηναι;

ζ:1 Μετα τουτο ειδον τέσσαρας αγγέλους εστωτας επι τας τέσσαρας γωνίας της γης, κρατουντας τους τέσσαρας ανέμους της γης, ινα μη πνέη ανεμος επι της γης μήτε επι της θαλάσσης μήτε επι παν δένδρον. 2 και ειδον αλλον αγγελον αναβαίνοντα απο ανατολης ηλίου, εχοντα σφραγιδα θεου ζωντος, και εκραξεν φωνη μεγάλη τοις τέσσαρσιν αγγέλοις οις εδόθη αυτοις αδικησαι την γην και την θάλασσαν, 3 λέγων, Μη αδικήσητε την γην μήτε την θάλασσαν μήτε τα δένδρα αχρι σφραγίσωμεν τους δούλους του θεου ημων επι των μετώπων αυτων. 4 και ηκουσα τον αριθμον των εσφραγισμένων, εκατον τεσσεράκοντα τέσσαρες χιλιάδες, εσφραγισμένοι εκ πάσης φυλης υιων Ισραήλ. 5 εκ φυλης Ιούδα δώδεκα χιλιάδες εσφραγισμένοι, εκ φυλης Ρουβην δώδεκα χιλιάδες, εκ φυλης Γαδ δώδεκα χιλιάδες, 6 εκ φυλης Ασηρ δώδεκα χιλιάδες, εκ φυλης Νεφθαλιμ δώδεκα χιλιάδες, εκ φυλης Μανασση δώδεκα χιλιάδες, 7 εκ φυλης Συμεων δώδεκα χιλιάδες, εκ φυλης Λευι δώδεκα χιλιάδες, εκ φυλης Ισσαχαρ δώδεκα χιλιάδες, 8 εκ φυλης Ζαβουλων δώδεκα χιλιάδες, εκ φυλης Ιωσηφ δώδεκα χιλιάδες, εκ φυλης Βενιαμιν δώδεκα χιλιάδες εσφραγισμένοι. 9 Μετα ταυτα ειδον, και ιδου οχλος πολύς, ον αριθμησαι αυτον ουδεις εδύνατο, εκ παντος εθνους και φυλων και λαων και γλωσσων, εστωτες ενώπιον του θρόνου και ενώπιον του αρνίου, περιβεβλημένους στολας λευκάς, και φοίνικες εν ταις χερσιν αυτων. 10 και κράζουσιν φωνη μεγάλη λέγοντες, Η σωτηρία τω θεω ημων τω καθημένω επι τω θρόνω και τω αρνίω. 11 και πάντες οι αγγελοι ειστήκεισαν κύκλω του θρόνου και των πρεσβυτέρων και των τεσσάρων ζώων, και επεσαν ενώπιον του θρόνου επι τα πρόσωπα αυτων και προσεκύνησαν τω θεω, 12 λέγοντες, Αμήν. η ευλογία και η δόξα και η σοφία και η ευχαριστία και η τιμη και η δύναμις και η ισχυς τω θεω ημων εις τους αιωνας των αιώνων. αμήν. 13 Και απεκρίθη εις εκ των πρεσβυτέρων λέγων μοι, Ουτοι οι περιβεβλημένοι τας στολας τας λευκας τίνες εισιν και πόθεν ηλθον; 14 και ειρηκα αυτω, Κύριέ μου, συ οιδας. και ειπέν μοι, Ουτοί εισιν οι ερχόμενοι εκ της θλίψεως της μεγάλης, και επλυναν τας στολας αυτων και ελεύκαναν αυτας εν τω αιματι του αρνίου. 15 δια τουτό εισιν ενώπιον του θρόνου του θεου, και λατρεύουσιν αυτω ημέρας και νυκτος εν τω ναω αυτου, και ο καθήμενος επι του θρόνου σκηνώσει επ' αυτούς. 16 ου πεινάσουσιν ετι ουδε διψήσουσιν ετι, ουδε μη πέση επ' αυτους ο ηλιος ουδε παν καυμα, 17 οτι το αρνίον το ανα μέσον του θρόνου ποιμανει αυτούς, και οδηγήσει αυτους επι ζωης πηγας υδάτων. και εξαλείψει ο θεος παν δάκρυον εκ των οφθαλμων αυτων.

η:1 Και οταν ηνοιξεν την σφραγιδα την εβδόμην, εγένετο σιγη εν τω ουρανω ως ημιώριον. 2 και ειδον τους επτα αγγέλους οι ενώπιον του θεου εστήκασιν, και εδόθησαν αυτοις επτα σάλπιγγες. 3 Και αλλος αγγελος ηλθεν και εστάθη επι του θυσιαστηρίου εχων λιβανωτον χρυσουν, και εδόθη αυτω θυμιάματα πολλα ινα δώσει ταις προσευχαις των αγίων πάντων επι το θυσιαστήριον το χρυσουν το ενώπιον του θρόνου. 4 και ανέβη ο καπνος των θυμιαμάτων ταις προσευχαις των αγίων εκ χειρος του αγγέλου ενώπιον του θεου. 5 και ειληφεν ο αγγελος τον λιβανωτόν, και εγέμισεν αυτον εκ του πυρος του θυσιαστηρίου και εβαλεν εις την γην. και εγένοντο βρονται και φωναι και αστραπαι και σεισμός. 6 Και οι επτα αγγελοι οι εχοντες τας επτα σάλπιγγας ητοίμασαν αυτους ινα σαλπίσωσιν. 7 Και ο πρωτος εσάλπισεν. και εγένετο χάλαζα και πυρ μεμιγμένα εν αιματι, και εβλήθη εις την γην. και το τρίτον της γης κατεκάη, και το τρίτον των δένδρων κατεκάη, και πας χόρτος χλωρος κατεκάη. 8 Και ο δεύτερος αγγελος εσάλπισεν. και ως ορος μέγα πυρι καιόμενον εβλήθη εις την θάλασσαν. και εγένετο το τρίτον της θαλάσσης αιμα, 9 και απέθανεν το τρίτον των κτισμάτων των εν τη θαλάσση, τα εχοντα ψυχάς, και το τρίτον των πλοίων διεφθάρησαν. 10 Και ο τρίτος αγγελος εσάλπισεν. και επεσεν εκ του ουρανου αστηρ μέγας καιόμενος ως λαμπάς, και επεσεν επι το τρίτον των ποταμων και επι τας πηγας των υδάτων. 11 και το ονομα του αστέρος λέγεται ο Αψινθος. και εγένετο το τρίτον των υδάτων εις αψινθον, και πολλοι των ανθρώπων απέθανον εκ των υδάτων, οτι επικράνθησαν. 12 Και ο τέταρτος αγγελος εσάλπισεν. και επλήγη το τρίτον του ηλίου και το τρίτον της σελήνης και το τρίτον των αστέρων, ινα σκοτισθη το τρίτον αυτων και η ημέρα μη φάνη το τρίτον αυτης, και η νυξ ομοίως. 13 Και ειδον, και ηκουσα ενος αετου πετομένου εν μεσουρανήματι λέγοντος φωνη μεγάλη, Ουαι ουαι ουαι τους κατοικουντας επι της γης εκ των λοιπων φωνων της σάλπιγγος των τριων αγγέλων των μελλόντων σαλπίζειν.

θ:1 Και ο πέμπτος αγγελος εσάλπισεν. και ειδον αστέρα εκ του ουρανου πεπτωκότα εις την γην, και εδόθη αυτω η κλεις του φρέατος της αβύσσου. 2 και ηνοιξεν το φρέαρ της αβύσσου, και ανέβη καπνος εκ του φρέατος ως καπνος καμίνου μεγάλης, και εσκοτώθη ο ηλιος και ο αηρ εκ του καπνου του φρέατος.3 και εκ του καπνου εξηλθον ακρίδες εις την γην, και εδόθη αυταις εξουσία ως εχουσιν εξουσίαν οι σκορπίοι της γης. 4 και ερρέθη αυταις ινα μη αδικήσουσιν τον χόρτον της γης ουδε παν χλωρον ουδε παν δένδρον, ει μη τους ανθρώπους οιτινες ουκ εχουσι την σφραγιδα του θεου επι των μετώπων. 5 και εδόθη αυτοις ινα μη αποκτείνωσιν αυτούς, αλλ ινα βασανισθήσονται μηνας πέντε. και ο βασανισμος αυτων ως βασανισμος σκορπίου, οταν παίση ανθρωπον. 6 και εν ταις ημέραις εκείναις ζητήσουσιν οι ανθρωποι τον θάνατον και ου μη ευρήσουσιν αυτόν, και επιθυμήσουσιν αποθανειν και φεύγει ο θάνατος απ' αυτων. 7 Και τα ομοιώματα των ακρίδων ομοια ιπποις ητοιμασμένοις εις πόλεμον, και επι τας κεφαλας αυτων ως στέφανοι ομοιοι χρυσω, και τα πρόσωπα αυτων ως πρόσωπα ανθρώπων, 8 και ειχον τρίχας ως τρίχας γυναικων, και οι οδόντες αυτων ως λεόντων ησαν, 9 και ειχον θώρακας ως θώρακας σιδηρους, και η φωνη των πτερύγων αυτων ως φωνη αρμάτων ιππων πολλων τρεχόντων εις πόλεμον. 10 και εχουσιν ουρας ομοίας σκορπίοις και κέντρα, και εν ταις ουραις αυτων η εξουσία αυτων αδικησαι τους ανθρώπους μηνας πέντε. 11 εχουσιν επ' αυτων βασιλέα τον αγγελον της αβύσσου. ονομα αυτω Εβραϊστι Αβαδδων και εν τη Ελληνικη ονομα εχει Απολλύων. 12 Η ουαι η μία απηλθεν. ιδου ερχεται ετι δύο ουαι μετα ταυτα. 13 Και ο εκτος αγγελος εσάλπισεν. και ηκουσα φωνην μίαν εκ των τεσσάρων κεράτων του θυσιαστηρίου του χρυσου του ενώπιον του θεου, 14 λέγοντα τω εκτω αγγέλω, ο εχων την σάλπιγγα, Λυσον τους τέσσαρας αγγέλους τους δεδεμένους επι τω ποταμω τω μεγάλω Ευφράτη. 15 και ελύθησαν οι τέσσαρες αγγελοι οι ητοιμασμένοι εις την ωραν και ημέραν και μηνα και ενιαυτόν, ινα αποκτείνωσιν το τρίτον των ανθρώπων. 16 και ο αριθμος των στρατευμάτων του ιππικου δισμυριάδες μυριάδων. ηκουσα τον αριθμον αυτων. 17 και ουτως ειδον τους ιππους εν τη οράσει και τους καθημένους επ' αυτων, εχοντας θώρακας πυρίνους και υακινθίνους και θειώδεις. και αι κεφαλαι των ιππων ως κεφαλαι λεόντων, και εκ των στομάτων αυτων εκπορεύεται πυρ και καπνος και θειον. 18 απο των τριων πληγων τούτων απεκτάνθησαν το τρίτον των ανθρώπων, εκ του πυρος και του καπνου και του θείου του εκπορευομένου εκ των στομάτων αυτων. 19 η γαρ εξουσία των ιππων εν τω στόματι αυτων εστιν και εν ταις ουραις αυτων. αι γαρ ουραι αυτων ομοιαι οφεσιν, εχουσαι κεφαλάς, και εν αυταις αδικουσιν. 20 Και οι λοιποι των ανθρώπων, οι ουκ απεκτάνθησαν εν ταις πληγαις ταύταις, ουδε μετενόησαν εκ των εργων των χειρων αυτων, ινα μη προσκυνήσουσιν τα δαιμόνια και τα ειδωλα τα χρυσα και τα αργυρα και τα χαλκα και τα λίθινα και τα ξύλινα, α ουτε βλέπειν δύνανται ουτε ακούειν ουτε περιπατειν, 21 και ου μετενόησαν εκ των φόνων αυτων ουτε εκ των φαρμάκων αυτων ουτε εκ της πορνείας αυτων ουτε εκ των κλεμμάτων αυτων.

ι:1 Και ειδον αλλον αγγελον ισχυρον καταβαίνοντα εκ του ουρανου, περιβεβλημένον νεφέλην, και η ιρις επι της κεφαλης αυτου, και το πρόσωπον αυτου ως ο ηλιος, και οι πόδες αυτου ως στυλοι πυρός, 2 και εχων εν τη χειρι αυτου βιβλαρίδιον ηνεωγμένον. και εθηκεν τον πόδα αυτου τον δεξιον επι της θαλάσσης, τον δε ευώνυμον επι της γης, 3 και εκραξεν φωνη μεγάλη ωσπερ λέων μυκαται. και οτε εκραξεν, ελάλησαν αι επτα βρονται τας εαυτων φωνάς. 4 και οτε ελάλησαν αι επτα βρονταί, ημελλον γράφειν. και ηκουσα φωνην εκ του ουρανου λέγουσαν, Σφράγισον α ελάλησαν αι επτα βρονταί, και μη αυτα γράψης. 5 Και ο αγγελος ον ειδον εστωτα επι της θαλάσσης και επι της γης ηρεν την χειρα αυτου την δεξιαν εις τον ουρανον 6 και ωμοσεν εν τω ζωντι εις τους αιωνας των αιώνων, ος εκτισεν τον ουρανον και τα εν αυτω και την γην και τα εν αυτη και την θάλασσαν και τα εν αυτη, οτι χρόνος ουκέτι εσται, 7 αλλ' εν ταις ημέραις της φωνης του εβδόμου αγγέλου, οταν μέλλη σαλπίζειν, και ετελέσθη το μυστήριον του θεου, ως ευηγγέλισεν τους εαυτου δούλους τους προφήτας. 8 Και η φωνη ην ηκουσα εκ του ουρανου, πάλιν λαλουσαν μετ' εμου και λέγουσαν, Υπαγε λάβε το βιβλίον το ηνεωγμένον εν τη χειρι του αγγέλου του εστωτος επι της θαλάσσης και επι της γης. 9 και απηλθα προς τον αγγελον λέγων αυτω δουναί μοι το βιβλαρίδιον. και λέγει μοι, Λάβε και κατάφαγε αυτό, και πικρανει σου την κοιλίαν, αλλ' εν τω στόματί σου εσται γλυκυ ως μέλι. 10 και ελαβον το βιβλαρίδιον εκ της χειρος του αγγέλου και κατέφαγον αυτό, και ην εν τω στόματί μου ως μέλι γλυκύ. και οτε εφαγον αυτό, επικράνθη η κοιλία μου. 11 και λέγουσίν μοι, Δει σε πάλιν προφητευσαι επι λαοις και εθνεσιν και γλώσσαις και βασιλευσιν πολλοις. 

ια:1 Και εδόθη μοι κάλαμος ομοιος ράβδω, λέγων, Εγειρε και μέτρησον τον ναον του θεου και το θυσιαστήριον και τους προσκυνουντας εν αυτω. 2 και την αυλην την εξωθεν του ναου εκβαλε εξωθεν και μη αυτην μετρήσης, οτι εδόθη τοις εθνεσιν, και την πόλιν την αγίαν πατήσουσιν μηνας τεσσεράκοντα και δύο. 3 και δώσω τοις δυσιν μάρτυσίν μου, και προφητεύσουσιν ημέρας χιλίας διακοσίας εξήκοντα περιβεβλημένοι σάκκους. 4 ουτοί εισιν αι δύο ελαιαι και αι δύο λυχνίαι αι ενώπιον του κυρίου της γης εστωτες. 5 και ει τις αυτους θέλει αδικησαι, πυρ εκπορεύεται εκ του στόματος αυτων και κατεσθίει τους εχθρους αυτων. και ει τις θελήση αυτους αδικησαι, ουτως δει αυτον αποκτανθηναι. 6 ουτοι εχουσιν την εξουσίαν κλεισαι τον ουρανόν, ινα μη υετος βρέχη τας ημέρας της προφητείας αυτων, και εξουσίαν εχουσιν επι των υδάτων στρέφειν αυτα εις αιμα και πατάξαι την γην εν πάση πληγη οσάκις εαν θελήσωσιν. 7 και οταν τελέσωσιν την μαρτυρίαν αυτων, το θηρίον το αναβαινον εκ της αβύσσου ποιήσει μετ' αυτων πόλεμον και νικήσει αυτους και αποκτενει αυτούς. 8 και το πτωμα αυτων επι της πλατείας της πόλεως της μεγάλης, ητις καλειται πνευματικως Σόδομα και Αιγυπτος, οπου και ο κύριος αυτων εσταυρώθη. 9 και βλέπουσιν εκ των λαων και φυλων και γλωσσων και εθνων το πτωμα αυτων ημέρας τρεις και ημισυ, και τα πτώματα αυτων ουκ αφίουσιν τεθηναι εις μνημα. 10 και οι κατοικουντες επι της γης χαίρουσιν επ' αυτοις και ευφραίνονται, και δωρα πέμψουσιν αλλήλοις, οτι ουτοι οι δύο προφηται εβασάνισαν τους κατοικουντας επι της γης. 11 και μετα τας τρεις ημέρας και ημισυ πνευμα ζωης εκ του θεου εισηλθεν εν αυτοις, και εστησαν επι τους πόδας αυτων, και φόβος μέγας επέπεσεν επι τους θεωρουντας αυτούς. 12 και ηκουσαν φωνης μεγάλης εκ του ουρανου λεγούσης αυτοις, Ανάβατε ωδε. και ανέβησαν εις τον ουρανον εν τη νεφέλη, και εθεώρησαν αυτους οι εχθροι αυτων. 13 Και εν εκείνη τη ωρα εγένετο σεισμος μέγας, και το δέκατον της πόλεως επεσεν, και απεκτάνθησαν εν τω σεισμω ονόματα ανθρώπων χιλιάδες επτά, και οι λοιποι εμφοβοι εγένοντο και εδωκαν δόξαν τω θεω του ουρανου. 14 Η ουαι η δευτέρα απηλθεν. ιδου η ουαι η τρίτη ερχεται ταχύ. 15 Και ο εβδομος αγγελος εσάλπισεν. και εγένοντο φωναι μεγάλαι εν τω ουρανω λέγοντες, Εγένετο η βασιλεία του κόσμου του κυρίου ημων και του Χριστου αυτου, και βασιλεύσει εις τους αιωνας των αιώνων. 16 και οι εικοσι τέσσαρες πρεσβύτεροι οι ενώπιον του θεου καθήμενοι επι τους θρόνους αυτων επεσαν επι τα πρόσωπα αυτων και προσεκύνησαν τω θεω 17 λέγοντες, Ευχαριστουμέν σοι, κύριε ο θεος ο παντοκράτωρ, ο ων και ο ην, οτι ειληφας την δύναμίν σου την μεγάλην και εβασίλευσας. 18 και τα εθνη ωργίσθησαν, και ηλθεν η οργή σου και ο καιρος των νεκρων κριθηναι και δουναι τον μισθον τοις δούλοις σου τοις προφήταις και τοις αγίοις και τοις φοβουμένοις το ονομά σου, τους μικρους και τους μεγάλους, και διαφθειραι τους διαφθείροντας την γην. 19 και ηνοίγη ο ναος του θεου ο εν τω ουρανω, και ωφθη η κιβωτος της διαθήκης αυτου εν τω ναω αυτου. και εγένοντο αστραπαι και φωναι και βρονται και σεισμος και χάλαζα μεγάλη.

ιβ:1 Και σημειον μέγα ωφθη εν τω ουρανω, γυνη περιβεβλημένη τον ηλιον, και η σελήνη υποκάτω των ποδων αυτης, και επι της κεφαλης αυτης στέφανος αστέρων δώδεκα, 2 και εν γαστρι εχουσα, και κράζει ωδίνουσα και βασανιζομένη τεκειν. 3 και ωφθη αλλο σημειον εν τω ουρανω, και ιδου δράκων μέγας πυρρός, εχων κεφαλας επτα και κέρατα δέκα και επι τας κεφαλας αυτου επτα διαδήματα, 4 και η ουρα αυτου σύρει το τρίτον των αστέρων του ουρανου και εβαλεν αυτους εις την γην. και ο δράκων εστηκεν ενώπιον της γυναικος της μελλούσης τεκειν, ινα οταν τέκη το τέκνον αυτης καταφάγη. 5 και ετεκεν υιόν, αρσεν, ος μέλλει ποιμαίνειν πάντα τα εθνη εν ράβδω σιδηρα. και ηρπάσθη το τέκνον αυτης προς τον θεον και προς τον θρόνον αυτου. 6 και η γυνη εφυγεν εις την ερημον, οπου εχει εκει τόπον ητοιμασμένον απο του θεου, ινα εκει τρέφωσιν αυτην ημέρας χιλίας διακοσίας εξήκοντα. 7 Και εγένετο πόλεμος εν τω ουρανω, ο Μιχαηλ και οι αγγελοι αυτου του πολεμησαι μετα του δράκοντος. και ο δράκων επολέμησεν και οι αγγελοι αυτου, 8 και ουκ ισχυσεν, ουδε τόπος ευρέθη αυτων ετι εν τω ουρανω. 9 και εβλήθη ο δράκων ο μέγας, ο οφις ο αρχαιος, ο καλούμενος Διάβολος και ο Σατανας, ο πλανων την οικουμένην ολην,ν εβλήθη εις την γην, και οι αγγελοι αυτου μετ' αυτου εβλήθησαν. 10 και ηκουσα φωνην μεγάλην εν τω ουρανω λέγουσαν, Αρτι εγένετο η σωτηρία και η δύναμις και η βασιλεία του θεου ημων και η εξουσία του Χριστου αυτου, οτι εβλήθη ο κατήγωρ των αδελφων ημων, ο κατηγορων αυτους ενώπιον του θεου ημων ημέρας και νυκτός. 11 και αυτοι ενίκησαν αυτον δια το αιμα του αρνίου και δια τον λόγον της μαρτυρίας αυτων, και ουκ ηγάπησαν την ψυχην αυτων αχρι θανάτου. 12 δια τουτο ευφραίνεσθε, οι ουρανοι και οι εν αυτοις σκηνουντες. ουαι την γην και την θάλασσαν, οτι κατέβη ο διάβολος προς υμας εχων θυμον μέγαν, ειδως οτι ολίγον καιρον εχει. 13 Και οτε ειδεν ο δράκων οτι εβλήθη εις την γην, εδίωξεν την γυναικα ητις ετεκεν τον αρσενα. 14 και εδόθησαν τη γυναικι αι δύο πτέρυγες του αετου του μεγάλου, ινα πέτηται εις την ερημον εις τον τόπον αυτης, οπου τρέφεται εκει καιρον και καιρους και ημισυ καιρου απο προσώπου του οφεως. 15 και εβαλεν ο οφις εκ του στόματος αυτου οπίσω της γυναικος υδωρ ως ποταμόν, ινα αυτην ποταμοφόρητον ποιήση. 16 και εβοήθησεν η γη τη γυναικί, και ηνοιξεν η γη το στόμα αυτης και κατέπιεν τον ποταμον ον εβαλεν ο δράκων εκ του στόματος αυτου. 17 και ωργίσθη ο δράκων επι τη γυναικί, και απηλθεν ποιησαι πόλεμον μετα των λοιπων του σπέρματος αυτης, των τηρούντων τας εντολας του θεου και εχόντων την μαρτυρίαν Ιησου. 18 και εστάθη επι την αμμον της θαλάσσης.

ιγ:1 Και ειδον εκ της θαλάσσης θηρίον αναβαινον, εχον κέρατα δέκα και κεφαλας επτά, και επι των κεράτων αυτου δέκα διαδήματα, και επι τας κεφαλας αυτου ονόματα βλασφημίας. 2 και το θηρίον ο ειδον ην ομοιον παρδάλει, και οι πόδες αυτου ως αρκου, και το στόμα αυτου ως στόμα λέοντος. και εδωκεν αυτω ο δράκων την δύναμιν αυτου και τον θρόνον αυτου και εξουσίαν μεγάλην. 3 και μίαν εκ των κεφαλων αυτου ως εσφαγμένην εις θάνατον, και η πληγη του θανάτου αυτου εθεραπεύθη. και εθαυμάσθη ολη η γη οπίσω του θηρίου, 4 και προσεκύνησαν τω δράκοντι οτι εδωκεν την εξουσίαν τω θηρίω, και προσεκύνησαν τω θηρίω λέγοντες, Τίς ομοιος τω θηρίω, και τίς δύναται πολεμησαι μετ' αυτου; 5 Και εδόθη αυτω στόμα λαλουν μεγάλα και βλασφημίας, και εδόθη αυτω εξουσία ποιησαι μηνας τεσσεράκοντα και δύο. 6 και ηνοιξεν το στόμα αυτου εις βλασφημίας προς τον θεόν, βλασφημησαι το ονομα αυτου και την σκηνην αυτου, τους εν τω ουρανω σκηνουντας. 7 και εδόθη αυτω ποιησαι πόλεμον μετα των αγίων και νικησαι αυτούς, και εδόθη αυτω εξουσία επι πασαν φυλην και λαον και γλωσσαν και εθνος. 8 και προσκυνήσουσιν αυτον πάντες οι κατοικουντες επι της γης, ου ου γέγραπται το ονομα αυτου εν τω βιβλίω της ζωης του αρνίου του εσφαγμένου απο καταβολης κόσμου. 9 Ει τις εχει ους ακουσάτω. 10 ει τις εις αιχμαλωσίαν, εις αιχμαλωσίαν υπάγει. ει τις εν μαχαίρη αποκτανθηναι, αυτον εν μαχαίρη αποκτανθηναι. Ωδέ εστιν η υπομονη και η πίστις των αγίων. 11 Και ειδον αλλο θηρίον αναβαινον εκ της γης, και ειχεν κέρατα δύο ομοια αρνίω, και ελάλει ως δράκων. 12 και την εξουσίαν του πρώτου θηρίου πασαν ποιει ενώπιον αυτου. και ποιει την γην και τους εν αυτη κατοικουντας ινα προσκυνήσουσιν το θηρίον το πρωτον, ου εθεραπεύθη η πληγη του θανάτου αυτου. 13 και ποιει σημεια μεγάλα, ινα και πυρ ποιη εκ του ουρανου καταβαίνειν εις την γην ενώπιον των ανθρώπων. 14 και πλανα τους κατοικουντας επι της γης δια τα σημεια α εδόθη αυτω ποιησαι ενώπιον του θηρίου, λέγων τοις κατοικουσιν επι της γης ποιησαι εικόνα τω θηρίω ος εχει την πληγην της μαχαίρης και εζησεν. 15 και εδόθη αυτω δουναι πνευμα τη εικόνι του θηρίου, ινα και λαλήση η εικων του θηρίου και ποιήση ινα οσοι εαν μη προσκυνήσωσιν τη εικόνι του θηρίου αποκτανθωσιν. 16 και ποιει πάντας, τους μικρους και τους μεγάλους, και τους πλουσίους και τους πτωχούς, και τους ελευθέρους και τους δούλους, ινα δωσιν αυτοις χάραγμα επι της χειρος αυτων της δεξιας η επι το μέτωπον αυτων, 17 και ινα μή τις δύνηται αγοράσαι η πωλησαι ει μη ο εχων το χάραγμα, το ονομα του θηρίου η τον αριθμον του ονόματος αυτου. 18 Ωδε η σοφία εστίν. ο εχων νουν ψηφισάτω τον αριθμον του θηρίου, αριθμος γαρ ανθρώπου εστίν. και ο αριθμος αυτου χξς'.

ιδ:1 Και ειδον, και ιδου το αρνίον εστος επι το ορος Σιών, και μετ' αυτου εκατον τεσσεράκοντα τέσσαρες χιλιάδες εχουσαι το ονομα αυτου και το ονομα του πατρος αυτου γεγραμμένον επι των μετώπων αυτων. 2 και ηκουσα φωνην εκ του ουρανου ως φωνην υδάτων πολλων και ως φωνην βροντης μεγάλης, και η φωνη ην ηκουσα ως κιθαρωδων κιθαριζόντων εν ταις κιθάραις αυτων. 3 και αδουσιν ως ωδην καινην ενώπιον του θρόνου και ενώπιον των τεσσάρων ζώων και των πρεσβυτέρων. και ουδεις εδύνατο μαθειν την ωδην ει μη αι εκατον τεσσεράκοντα τέσσαρες χιλιάδες, οι ηγορασμένοι απο της γης. 4 ουτοί εισιν οι μετα γυναικων ουκ εμολύνθησαν, παρθένοι γάρ εισιν. ουτοι οι ακολουθουντες τω αρνίω οπου αν υπάγη. ουτοι ηγοράσθησαν απο των ανθρώπων απαρχη τω θεω και τω αρνίω, 5 και εν τω στόματι αυτων ουχ ευρέθη ψευδος. αμωμοί εισιν. 6 Και ειδον αλλον αγγελον πετόμενον εν μεσουρανήματι, εχοντα ευαγγέλιον αιώνιον ευαγγελίσαι επι τους καθημένους επι της γης και επι παν εθνος και φυλην και γλωσσαν και λαόν, 7 λέγων εν φωνη μεγάλη, Φοβήθητε τον θεον και δότε αυτω δόξαν, οτι ηλθεν η ωρα της κρίσεως αυτου, και προσκυνήσατε τω ποιήσαντι τον ουρανον και την γην και θάλασσαν και πηγας υδάτων. 8 Και αλλος αγγελος δεύτερος ηκολούθησεν λέγων, Επεσεν, επεσεν Βαβυλων η μεγάλη, η εκ του οινου του θυμου της πορνείας αυτης πεπότικεν πάντα τα εθνη. 9 Και αλλος αγγελος τρίτος ηκολούθησεν αυτοις λέγων εν φωνη μεγάλη, Ει τις προσκυνει το θηρίον και την εικόνα αυτου, και λαμβάνει χάραγμα επι του μετώπου αυτου η επι την χειρα αυτου, 10 και αυτος πίεται εκ του οινου του θυμου του θεου του κεκερασμένου ακράτου εν τω ποτηρίω της οργης αυτου, και βασανισθήσεται εν πυρι και θείω ενώπιον αγγέλων αγίων και ενώπιον του αρνίου. 11 και ο καπνος του βασανισμου αυτων εις αιωνας αιώνων αναβαίνει, και ουκ εχουσιν ανάπαυσιν ημέρας και νυκτός, οι προσκυνουντες το θηρίον και την εικόνα αυτου, και ει τις λαμβάνει το χάραγμα του ονόματος αυτου. 12 Ωδε η υπομονη των αγίων εστίν, οι τηρουντες τας εντολας του θεου και την πίστιν Ιησου. 13 Και ηκουσα φωνης εκ του ουρανου λεγούσης, Γράψον. Μακάριοι οι νεκροι οι εν κυρίω αποθνήσκοντες απ' αρτι. ναί, λέγει το πνευμα, ινα αναπαήσονται εκ των κόπων αυτων. τα γαρ εργα αυτων ακολουθει μετ' αυτων. 14 Και ειδον, και ιδου νεφέλη λευκή, και επι την νεφέλην καθήμενον ομοιον υιον ανθρώπου, εχων επι της κεφαλης αυτου στέφανον χρυσουν και εν τη χειρι αυτου δρέπανον οξύ. 15 και αλλος αγγελος εξηλθεν εκ του ναου, κράζων εν φωνη μεγάλη τω καθημένω επι της νεφέλης, Πέμψον το δρέπανόν σου και θέρισον, οτι ηλθεν η ωρα θερίσαι, οτι εξηράνθη ο θερισμος της γης. 16 και εβαλεν ο καθήμενος επι της νεφέλης το δρέπανον αυτου επι την γην, και εθερίσθη η γη. 17 Και αλλος αγγελος εξηλθεν εκ του ναου του εν τω ουρανω, εχων και αυτος δρέπανον οξύ. 18 Και αλλος αγγελος εξηλθεν εκ του θυσιαστηρίου, ο εχων εξουσίαν επι του πυρός, και εφώνησεν φωνη μεγάλη τω εχοντι το δρέπανον το οξυ λέγων, Πέμψον σου το δρέπανον το οξυ και τρύγησον τους βότρυας της αμπέλου της γης, οτι ηκμασαν αι σταφυλαι αυτης. 19 και εβαλεν ο αγγελος το δρέπανον αυτου εις την γην, και ετρύγησεν την αμπελον της γης και εβαλεν εις την ληνον του θυμου του θεου τον μέγαν. 20 και επατήθη η ληνος εξωθεν της πόλεως, και εξηλθεν αιμα εκ της ληνου αχρι των χαλινων των ιππων απο σταδίων χιλίων εξακοσίων. 

ιε:1 Και ειδον αλλο σημειον εν τω ουρανω μέγα και θαυμαστόν, αγγέλους επτα εχοντας πληγας επτα τας εσχάτας, οτι εν αυταις ετελέσθη ο θυμος του θεου. 2 Και ειδον ως θάλασσαν υαλίνην μεμιγμένην πυρί, και τους νικωντας εκ του θηρίου και εκ της εικόνος αυτου και εκ του αριθμου του ονόματος αυτου εστωτας επι την θάλασσαν την υαλίνην, εχοντας κιθάρας του θεου. 3 και αδουσιν την ωδην Μωϋσέως του δούλου του θεου και την ωδην του αρνίου λέγοντες, Μεγάλα και θαυμαστα τα εργα σου, κύριε ο θεος ο παντοκράτωρ. δίκαιαι και αληθιναι αι οδοί σου, ο βασιλευς των εθνων. 4 τίς ου μη φοβηθη, κύριε, και δοξάσει το ονομά σου; οτι μόνος οσιος, οτι πάντα τα εθνη ηξουσιν και προσκυνήσουσιν ενώπιόν σου, οτι τα δικαιώματά σου εφανερώθησαν. 5 Και μετα ταυτα ειδον, και ηνοίγη ο ναος της σκηνης του μαρτυρίου εν τω ουρανω, 6 και εξηλθον οι επτα αγγελοι οι εχοντες τας επτα πληγας εκ του ναου, ενδεδυμένοι λίνον καθαρον λαμπρον και περιεζωσμένοι περι τα στήθη ζώνας χρυσας. 7 και εν εκ των τεσσάρων ζώων εδωκεν τοις επτα αγγέλοις επτα φιάλας χρυσας γεμούσας του θυμου του θεου του ζωντος εις τους αιωνας των αιώνων. 8 και εγεμίσθη ο ναος καπνου εκ της δόξης του θεου και εκ της δυνάμεως αυτου, και ουδεις εδύνατο εισελθειν εις τον ναον αχρι τελεσθωσιν αι επτα πληγαι των επτα αγγέλων.

ις':1 Και ηκουσα μεγάλης φωνης εκ του ναου λεγούσης τοις επτα αγγέλοις, Υπάγετε και εκχέετε τας επτα φιάλας του θυμου του θεου εις την γην. 2 Και απηλθεν ο πρωτος και εξέχεεν την φιάλην αυτου εις την γην. και εγένετο ελκος κακον και πονηρον επι τους ανθρώπους τους εχοντας το χάραγμα του θηρίου και τους προσκυνουντας τη εικόνι αυτου. 3 Και ο δεύτερος εξέχεεν την φιάλην αυτου εις την θάλασσαν. και εγένετο αιμα ως νεκρου, και πασα ψυχη ζωης απέθανεν, τα εν τη θαλάσση. 4 Και ο τρίτος εξέχεεν την φιάλην αυτου εις τους ποταμους και τας πηγας των υδάτων. και εγένετο αιμα. 5 και ηκουσα του αγγέλου των υδάτων λέγοντος, Δίκαιος ει, ο ων και ο ην, ο οσιος, οτι ταυτα εκρινας, 6 οτι αιμα αγίων και προφητων εξέχεαν, και αιμα αυτοις δέδωκας πιειν. αξιοί εισιν. 7 και ηκουσα του θυσιαστηρίου λέγοντος, Ναί, κύριε ο θεος ο παντοκράτωρ, αληθιναι και δίκαιαι αι κρίσεις σου. 8 Και ο τέταρτος εξέχεεν την φιάλην αυτου επι τον ηλιον. και εδόθη αυτω καυματίσαι τους ανθρώπους εν πυρί. 9 και εκαυματίσθησαν οι ανθρωποι καυμα μέγα, και εβλασφήμησαν το ονομα του θεου του εχοντος την εξουσίαν επι τας πληγας ταύτας, και ου μετενόησαν δουναι αυτω δόξαν. 10 Και ο πέμπτος εξέχεεν την φιάλην αυτου επι τον θρόνον του θηρίου. και εγένετο η βασιλεία αυτου εσκοτωμένη, και εμασωντο τας γλώσσας αυτων εκ του πόνου, 11 και εβλασφήμησαν τον θεον του ουρανου εκ των πόνων αυτων και εκ των ελκων αυτων, και ου μετενόησαν εκ των εργων αυτων. 12 Και ο εκτος εξέχεεν την φιάλην αυτου επι τον ποταμον τον μέγαν τον Ευφράτην. και εξηράνθη το υδωρ αυτου, ινα ετοιμασθη η οδος των βασιλέων των απο ανατολης ηλίου. 13 Και ειδον εκ του στόματος του δράκοντος και εκ του στόματος του θηρίου και εκ του στόματος του ψευδοπροφήτου πνεύματα τρία ακάθαρτα ως βάτραχοι. 14 εισιν γαρ πνεύματα δαιμονίων ποιουντα σημεια, α εκπορεύεται επι τους βασιλεις της οικουμένης ολης, συναγαγειν αυτους εις τον πόλεμον της ημέρας της μεγάλης του θεου του παντοκράτορος. 15 Ιδου ερχομαι ως κλέπτης. μακάριος ο γρηγορων και τηρων τα ιμάτια αυτου, ινα μη γυμνος περιπατη και βλέπωσιν την ασχημοσύνην αυτου. 16 και συνήγαγεν αυτους εις τον τόπον τον καλούμενον Εβραϊστι Αρμαγεδών. 17 Και ο εβδομος εξέχεεν την φιάλην αυτου επι τον αέρα. και εξηλθεν φωνη μεγάλη εκ του ναου απο του θρόνου λέγουσα, Γέγονεν. 18 και εγένοντο αστραπαι και φωναι και βρονταί, και σεισμος εγένετο μέγας οιος ουκ εγένετο αφ' ου ανθρωπος εγένετο επι της γης τηλικουτος σεισμος ουτω μέγας. 19 και εγένετο η πόλις η μεγάλη εις τρία μέρη, και αι πόλεις των εθνων επεσαν. και Βαβυλων η μεγάλη εμνήσθη ενώπιον του θεου δουναι αυτη το ποτήριον του οινου του θυμου της οργης αυτου. 20 και πασα νησος εφυγεν, και ορη ουχ ευρέθησαν. 21 και χάλαζα μεγάλη ως ταλαντιαία καταβαίνει εκ του ουρανου επι τους ανθρώπους. και εβλασφήμησαν οι ανθρωποι τον θεον εκ της πληγης της χαλάζης, οτι μεγάλη εστιν η πληγη αυτης σφόδρα. 

ιζ:1 Και ηλθεν εις εκ των επτα αγγέλων των εχόντων τας επτα φιάλας, και ελάλησεν μετ' εμου λέγων, Δευρο, δείξω σοι το κρίμα της πόρνης της μεγάλης της καθημένης επι υδάτων πολλων, 2 μεθ' ης επόρνευσαν οι βασιλεις της γης, και εμεθύσθησαν οι κατοικουντες την γην εκ του οινου της πορνείας αυτης. 3 και απήνεγκέν με εις ερημον εν πνεύματι. και ειδον γυναικα καθημένην επι θηρίον κόκκινον, γέμοντα ονόματα βλασφημίας, εχων κεφαλας επτα και κέρατα δέκα. 4 και η γυνη ην περιβεβλημένη πορφυρουν και κόκκινον, και κεχρυσωμένη χρυσίω και λίθω τιμίω και μαργαρίταις, εχουσα ποτήριον χρυσουν εν τη χειρι αυτης γέμον βδελυγμάτων και τα ακάθαρτα της πορνείας αυτης, 5 και επι το μέτωπον αυτης ονομα γεγραμμένον, μυστήριον, Βαβυλων η μεγάλη, η μήτηρ των πορνων και των βδελυγμάτων της γης. 6 και ειδον την γυναικα μεθύουσαν εκ του αιματος των αγίων και εκ του αιματος των μαρτύρων Ιησου. Και εθαύμασα ιδων αυτην θαυμα μέγα. 7 και ειπέν μοι ο αγγελος, Δια τί εθαύμασας; εγω ερω σοι το μυστήριον της γυναικος και του θηρίου του βαστάζοντος αυτήν, του εχοντος τας επτα κεφαλας και τα δέκα κέρατα. 8 το θηρίον ο ειδες ην και ουκ εστιν, και μέλλει αναβαίνειν εκ της αβύσσου, και εις απώλειαν υπάγει. και θαυμασθήσονται οι κατοικουντες επι της γης, ων ου γέγραπται το ονομα επι το βιβλίον της ζωης απο καταβολης κόσμου, βλεπόντων το θηρίον οτι ην και ουκ εστιν και παρέσται. 9 ωδε ο νους ο εχων σοφίαν. αι επτα κεφαλαι επτα ορη εισίν, οπου η γυνη κάθηται επ' αυτων. και βασιλεις επτά εισιν. 10 οι πέντε επεσαν, ο εις εστιν, ο αλλος ουπω ηλθεν, και οταν ελθη ολίγον αυτον δει μειναι. 11 και το θηρίον ο ην και ουκ εστιν, και αυτος ογδοός εστιν και εκ των επτά εστιν, και εις απώλειαν υπάγει. 12 και τα δέκα κέρατα α ειδες δέκα βασιλεις εισιν, οιτινες βασιλείαν ουπω ελαβον, αλλα εξουσίαν ως βασιλεις μίαν ωραν λαμβάνουσιν μετα του θηρίου. 13 ουτοι μίαν γνώμην εχουσιν, και την δύναμιν και εξουσίαν αυτων τω θηρίω διδόασιν. 14 ουτοι μετα του αρνίου πολεμήσουσιν, και το αρνίον νικήσει αυτούς, οτι κύριος κυρίων εστιν και βασιλευς βασιλέων, και οι μετ' αυτου κλητοι και εκλεκτοι και πιστοί. 15 Και λέγει μοι, Τα υδατα α ειδες, ου η πόρνη κάθηται, λαοι και οχλοι εισιν και εθνη και γλωσσαι. 16 και τα δέκα κέρατα α ειδες και το θηρίον, ουτοι μισήσουσιν την πόρνην, και ηρημωμένην ποιήσουσιν αυτην και γυμνήν, και τας σάρκας αυτης φάγονται, και αυτην κατακαύσουσιν εν πυρί. 17 ο γαρ θεος εδωκεν εις τας καρδίας αυτων ποιησαι την γνώμην αυτου, και ποιησαι μίαν γνώμην και δουναι την βασιλείαν αυτων τω θηρίω, αχρι τελεσθήσονται οι λόγοι του θεου. 18 και η γυνη ην ειδες εστιν η πόλις η μεγάλη η εχουσα βασιλείαν επι των βασιλέων της γης. 

ιη:1 Μετα ταυτα ειδον αλλον αγγελον καταβαίνοντα εκ του ουρανου, εχοντα εξουσίαν μεγάλην, και η γη εφωτίσθη εκ της δόξης αυτου. 2 και εκραξεν εν ισχυρα φωνη λέγων, Επεσεν, επεσεν Βαβυλων η μεγάλη, και εγένετο κατοικητήριον δαιμονίων και φυλακη παντος πνεύματος ακαθάρτου και φυλακη παντος ορνέου ακαθάρτου και φυλακη παντος θηρίου ακαθάρτου και μεμισημένου, 3 οτι εκ του οινου του θυμου της πορνείας αυτης πέπωκαν πάντα τα εθνη, και οι βασιλεις της γης μετ' αυτης επόρνευσαν, και οι εμποροι της γης εκ της δυνάμεως του στρήνους αυτης επλούτησαν. 4 Και ηκουσα αλλην φωνην εκ του ουρανου λέγουσαν, Εξέλθατε, ο λαός μου, εξ αυτης, ινα μη συγκοινωνήσητε ταις αμαρτίαις αυτης, και εκ των πληγων αυτης ινα μη λάβητε. 5 οτι εκολλήθησαν αυτης αι αμαρτίαι αχρι του ουρανου, και εμνημόνευσεν ο θεος τα αδικήματα αυτης. 6 απόδοτε αυτη ως και αυτη απέδωκεν, και διπλώσατε τα διπλα κατα τα εργα αυτης. εν τω ποτηρίω ω εκέρασεν κεράσατε αυτη διπλουν. 7 οσα εδόξασεν αυτην και εστρηνίασεν, τοσουτον δότε αυτη βασανισμον και πένθος. οτι εν τη καρδία αυτης λέγει οτι Κάθημαι βασίλισσα, και χήρα ουκ ειμί, και πένθος ου μη ιδω. 8 δια τουτο εν μια ημέρα ηξουσιν αι πληγαι αυτης, θάνατος και πένθος και λιμός, και εν πυρι κατακαυθήσεται. οτι ισχυρος κύριος ο θεος ο κρίνας αυτήν. 9 Και κλαύσουσιν και κόψονται επ' αυτην οι βασιλεις της γης οι μετ' αυτης πορνεύσαντες και στρηνιάσαντες, οταν βλέπωσιν τον καπνον της πυρώσεως αυτης, 10 απο μακρόθεν εστηκότες δια τον φόβον του βασανισμου αυτης, λέγοντες, Ουαι ουαί, η πόλις η μεγάλη, Βαβυλων η πόλις η ισχυρά, οτι μια ωρα ηλθεν η κρίσις σου. 11 Και οι εμποροι της γης κλαίουσιν και πενθουσιν επ' αυτήν, οτι τον γόμον αυτων ουδεις αγοράζει ουκέτι, 12 γόμον χρυσου και αργύρου και λίθου τιμίου και μαργαριτων και βυσσίνου και πορφύρας και σιρικου και κοκκίνου, και παν ξύλον θύϊνον και παν σκευος ελεφάντινον και παν σκευος εκ ξύλου τιμιωτάτου και χαλκου και σιδήρου και μαρμάρου, 13 και κιννάμωμον και αμωμον και θυμιάματα και μύρον και λίβανον και οινον και ελαιον και σεμίδαλιν και σιτον και κτήνη και πρόβατα, και ιππων και ρεδων και σωμάτων, και ψυχας ανθρώπων. 14 και η οπώρα σου της επιθυμίας της ψυχης απηλθεν απο σου, και πάντα τα λιπαρα και τα λαμπρα απώλετο απο σου, και ουκέτι ου μη αυτα ευρήσουσιν. 15 οι εμποροι τούτων, οι πλουτήσαντες απ' αυτης, απο μακρόθεν στήσονται δια τον φόβον του βασανισμου αυτης, κλαίοντες και πενθουντες, 16 λέγοντες, Ουαι ουαί, η πόλις η μεγάλη, η περιβεβλημένη βύσσινον και πορφυρουν και κόκκινον, και κεχρυσωμένη εν χρυσίω και λίθω τιμίω και μαργαρίτη, 17 οτι μια ωρα ηρημώθη ο τοσουτος πλουτος. Και πας κυβερνήτης και πας ο επι τόπον πλέων και ναυται και οσοι την θάλασσαν εργάζονται απο μακρόθεν εστησαν 18 και εκραζον βλέποντες τον καπνον της πυρώσεως αυτης λέγοντες, Τίς ομοία τη πόλει τη μεγάλη; 19 και εβαλον χουν επι τας κεφαλας αυτων και εκραζον κλαίοντες και πενθουντες, λέγοντες, Ουαι ουαί, η πόλις η μεγάλη, εν η επλούτησαν πάντες οι εχοντες τα πλοια εν τη θαλάσση εκ της τιμιότητος αυτης, οτι μια ωρα ηρημώθη. 20 Ευφραίνου επ' αυτη, ουρανέ, και οι αγιοι και οι απόστολοι και οι προφηται, οτι εκρινεν ο θεος το κρίμα υμων εξ αυτης. 21 Και ηρεν εις αγγελος ισχυρος λίθον ως μύλινον μέγαν και εβαλεν εις την θάλασσαν λέγων, Ουτως ορμήματι βληθήσεται Βαβυλων η μεγάλη πόλις, και ου μη ευρεθη ετι. 22 και φωνη κιθαρωδων και μουσικων και αυλητων και σαλπιστων ου μη ακουσθη εν σοι ετι, και πας τεχνίτης πάσης τέχνης ου μη ευρεθη εν σοι ετι, και φωνη μύλου ου μη ακουσθη εν σοι ετι, 23 και φως λύχνου ου μη φάνη εν σοι ετι, και φωνη νυμφίου και νύμφης ου μη ακουσθη εν σοι ετι. οτι οι εμποροί σου ησαν οι μεγιστανες της γης, οτι εν τη φαρμακεία σου επλανήθησαν πάντα τα εθνη, 24 και εν αυτη αιμα προφητων και αγίων ευρέθη και πάντων των εσφαγμένων επι της γης. 

 ιθ:1 Μετα ταυτα ηκουσα ως φωνην μεγάλην οχλου πολλου εν τω ουρανω λεγόντων, Αλληλουϊά. η σωτηρία και η δόξα και η δύναμις του θεου ημων, 2 οτι αληθιναι και δίκαιαι αι κρίσεις αυτου. οτι εκρινεν την πόρνην την μεγάλην ητις εφθειρεν την γην εν τη πορνεία αυτης, και εξεδίκησεν το αιμα των δούλων αυτου εκ χειρος αυτης. 3 και δεύτερον ειρηκαν, Αλληλουϊά. και ο καπνος αυτης αναβαίνει εις τους αιωνας των αιώνων. 4 και επεσαν οι πρεσβύτεροι οι εικοσι τέσσαρες και τα τέσσαρα ζωα, και προσεκύνησαν τω θεω τω καθημένω επι τω θρόνω, λέγοντες, Αμήν, Αλληλουϊά. 5 Και φωνη απο του θρόνου εξηλθεν λέγουσα, Αινειτε τω θεω ημων, πάντες οι δουλοι αυτου, και οι φοβούμενοι αυτόν, οι μικροι και οι μεγάλοι. 6 και ηκουσα ως φωνην οχλου πολλου και ως φωνην υδάτων πολλων και ως φωνην βροντων ισχυρων λεγόντων, Αλληλουϊά, οτι εβασίλευσεν κύριος ο θεος ημων ο παντοκράτωρ. 7 χαίρωμεν και αγαλλιωμεν, και δώσωμεν την δόξαν αυτω, οτι ηλθεν ο γάμος του αρνίου, και η γυνη αυτου ητοίμασεν εαυτήν. 8 και εδόθη αυτη ινα περιβάληται βύσσινον λαμπρον καθαρόν, το γαρ βύσσινον τα δικαιώματα των αγίων εστίν. 9 Και λέγει μοι, Γράψον. Μακάριοι οι εις το δειπνον του γάμου του αρνίου κεκλημένοι. και λέγει μοι, Ουτοι οι λόγοι αληθινοι του θεου εισιν. 10 και επεσα εμπροσθεν των ποδων αυτου προσκυνησαι αυτω. και λέγει μοι, Ορα μή. σύνδουλός σού ειμι και των αδελφων σου των εχόντων την μαρτυρίαν Ιησου. τω θεω προσκύνησον. η γαρ μαρτυρία Ιησου εστιν το πνευμα της προφητείας. 11 Και ειδον τον ουρανον ηνεωγμένον, και ιδου ιππος λευκός, και ο καθήμενος επ' αυτον καλούμενος πιστος και αληθινός, και εν δικαιοσύνη κρίνει και πολεμει. 12 οι δε οφθαλμοι αυτου ως φλοξ πυρός, και επι την κεφαλην αυτου διαδήματα πολλά, εχων ονομα γεγραμμένον ο ουδεις οιδεν ει μη αυτός, 13 και περιβεβλημένος ιμάτιον βεβαμμένον αιματι, και κέκληται το ονομα αυτου ο λόγος του θεου. 14 και τα στρατεύματα τα εν τω ουρανω ηκολούθει αυτω εφ' ιπποις λευκοις, ενδεδυμένοι βύσσινον λευκον καθαρόν. 15 και εκ του στόματος αυτου εκπορεύεται ρομφαία οξεια, ινα εν αυτη πατάξη τα εθνη, και αυτος ποιμανει αυτους εν ράβδω σιδηρα. και αυτος πατει την ληνον του οινου του θυμου της οργης του θεου του παντοκράτορος. 16 και εχει επι το ιμάτιον και επι τον μηρον αυτου ονομα γεγραμμένον. Βασιλευς βασιλέων και κύριος κυρίων. 17 Και ειδον ενα αγγελον εστωτα εν τω ηλίω, και εκραξεν εν φωνη μεγάλη λέγων πασιν τοις ορνέοις τοις πετομένοις εν μεσουρανήματι, Δευτε συνάχθητε εις το δειπνον το μέγα του θεου, 18 ινα φάγητε σάρκας βασιλέων και σάρκας χιλιάρχων και σάρκας ισχυρων και σάρκας ιππων και των καθημένων επ' αυτων και σάρκας πάντων ελευθέρων τε και δούλων και μικρων και μεγάλων. 19 Και ειδον το θηρίον και τους βασιλεις της γης και τα στρατεύματα αυτων συνηγμένα ποιησαι τον πόλεμον μετα του καθημένου επι του ιππου και μετα του στρατεύματος αυτου. 20 και επιάσθη το θηρίον και μετ' αυτου ο ψευδοπροφήτης ο ποιήσας τα σημεια ενώπιον αυτου, εν οις επλάνησεν τους λαβόντας το χάραγμα του θηρίου και τους προσκυνουντας τη εικόνι αυτου. ζωντες εβλήθησαν οι δύο εις την λίμνην του πυρος της καιομένης εν θείω. 21 και οι λοιποι απεκτάνθησαν εν τη ρομφαία του καθημένου επι του ιππου τη εξελθούση εκ του στόματος αυτου, και πάντα τα ορνεα εχορτάσθησαν εκ των σαρκων αυτων. 

κ:1 Και ειδον αγγελον καταβαίνοντα εκ του ουρανου, εχοντα την κλειν της αβύσσου και αλυσιν μεγάλην επι την χειρα αυτου. 2 και εκράτησεν τον δράκοντα, ο οφις ο αρχαιος, ος εστιν Διάβολος και ο Σατανας, και εδησεν αυτον χίλια ετη, 3 και εβαλεν αυτον εις την αβυσσον και εκλεισεν και εσφράγισεν επάνω αυτου ινα μη πλανήση ετι τα εθνη αχρι τελεσθη τα χίλια ετη. μετα ταυτα δει λυθηναι αυτον μικρον χρόνον. 4 Και ειδον θρόνους, και εκάθισαν επ' αυτούς, και κρίμα εδόθη αυτοις, και τας ψυχας των πεπελεκισμένων δια την μαρτυρίαν Ιησου και δια τον λόγον του θεου, και οιτινες ου προσεκύνησαν το θηρίον ουδε την εικόνα αυτου και ουκ ελαβον το χάραγμα επι το μέτωπον και επι την χειρα αυτων. και εζησαν και εβασίλευσαν μετα του Χριστου χίλια ετη. 5 οι λοιποι των νεκρων ουκ εζησαν αχρι τελεσθη τα χίλια ετη. αυτη η ανάστασις η πρώτη. 6 μακάριος και αγιος ο εχων μέρος εν τη αναστάσει τη πρώτη. επι τούτων ο δεύτερος θάνατος ουκ εχει εξουσίαν, αλλ εσονται ιερεις του θεου και του Χριστου, και βασιλεύσουσιν μετ' αυτου τα χίλια ετη. 7 Και οταν τελεσθη τα χίλια ετη, λυθήσεται ο Σατανας εκ της φυλακης αυτου, 8 και εξελεύσεται πλανησαι τα εθνη τα εν ταις τέσσαρσιν γωνίαις της γης, τον Γωγ και Μαγώγ, συναγαγειν αυτους εις τον πόλεμον, ων ο αριθμος αυτων ως η αμμος της θαλάσσης. 9 και ανέβησαν επι το πλάτος της γης και εκύκλευσαν την παρεμβολην των αγίων και την πόλιν την ηγαπημένην. και κατέβη πυρ εκ του ουρανου και κατέφαγεν αυτούς. 10 και ο διάβολος ο πλανων αυτους εβλήθη εις την λίμνην του πυρος και θείου, οπου και το θηρίον και ο ψευδοπροφήτης, και βασανισθήσονται ημέρας και νυκτος εις τους αιωνας των αιώνων. 11 Και ειδον θρόνον μέγαν λευκον και τον καθήμενον επ' αυτόν, ου απο του προσώπου εφυγεν η γη και ο ουρανός, και τόπος ουχ ευρέθη αυτοις. 12 και ειδον τους νεκρούς, τους μεγάλους και τους μικρούς, εστωτας ενώπιον του θρόνου, και βιβλία ηνοίχθησαν. και αλλο βιβλίον ηνοίχθη, ο εστιν της ζωης. και εκρίθησαν οι νεκροι εκ των γεγραμμένων εν τοις βιβλίοις κατα τα εργα αυτων. 13 και εδωκεν η θάλασσα τους νεκρους τους εν αυτη, και ο θάνατος και ο αδης εδωκαν τους νεκρους τους εν αυτοις, και εκρίθησαν εκαστος κατα τα εργα αυτων. 14 και ο θάνατος και ο αδης εβλήθησαν εις την λίμνην του πυρός. ουτος ο θάνατος ο δεύτερός εστιν, η λίμνη του πυρός. 15 και ει τις ουχ ευρέθη εν τη βίβλω της ζωης γεγραμμένος εβλήθη εις την λίμνην του πυρός. 

κα:1 Και ειδον ουρανον καινον και γην καινήν. ο γαρ πρωτος ουρανος και η πρώτη γη απηλθαν, και η θάλασσα ουκ εστιν ετι. 2 και την πόλιν την αγίαν Ιερουσαλημ καινην ειδον καταβαίνουσαν εκ του ουρανου απο του θεου, ητοιμασμένην ως νύμφην κεκοσμημένην τω ανδρι αυτης. 3 και ηκουσα φωνης μεγάλης εκ του θρόνου λεγούσης, Ιδου η σκηνη του θεου μετα των ανθρώπων, και σκηνώσει μετ' αυτων, και αυτοι λαοι αυτου εσονται, και αυτος ο θεος μετ' αυτων εσται, αυτων θεός, 4 και εξαλείψει παν δάκρυον εκ των οφθαλμων αυτων, και ο θάνατος ουκ εσται ετι, ουτε πένθος ουτε κραυγη ουτε πόνος ουκ εσται ετι. οτι τα πρωτα απηλθαν. 5 Και ειπεν ο καθήμενος επι τω θρόνω, Ιδου καινα ποιω πάντα. και λέγει, Γράψον, οτι ουτοι οι λόγοι πιστοι και αληθινοί εισιν. 6 και ειπέν μοι, Γέγοναν. εγώ ειμι το Αλφα και το Ω, η αρχη και το τέλος. εγω τω διψωντι δώσω εκ της πηγης του υδατος της ζωης δωρεάν. 7 ο νικων κληρονομήσει ταυτα, και εσομαι αυτω θεος και αυτος εσται μοι υιός. 8 τοις δε δειλοις και απίστοις και εβδελυγμένοις και φονευσιν και πόρνοις και φαρμάκοις και ειδωλολάτραις και πασιν τοις ψευδέσιν το μέρος αυτων εν τη λίμνη τη καιομένη πυρι και θείω, ο εστιν ο θάνατος ο δεύτερος. 9 Και ηλθεν εις εκ των επτα αγγέλων των εχόντων τας επτα φιάλας, των γεμόντων των επτα πληγων των εσχάτων, και ελάλησεν μετ' εμου λέγων, Δευρο, δείξω σοι την νύμφην την γυναικα του αρνίου. 10 και απήνεγκέν με εν πνεύματι επι ορος μέγα και υψηλόν, και εδειξέν μοι την πόλιν την αγίαν Ιερουσαλημ καταβαίνουσαν εκ του ουρανου απο του θεου, 11 εχουσαν την δόξαν του θεου. ο φωστηρ αυτης ομοιος λίθω τιμιωτάτω, ως λίθω ιάσπιδι κρυσταλλίζοντι. 12 εχουσα τειχος μέγα και υψηλόν, εχουσα πυλωνας δώδεκα, και επι τοις πυλωσιν αγγέλους δώδεκα, και ονόματα επιγεγραμμένα α εστιν τα ονόματα των δώδεκα φυλων υιων Ισραήλ. 13 απο ανατολης πυλωνες τρεις, και απο βορρα πυλωνες τρεις, και απο νότου πυλωνες τρεις, και απο δυσμων πυλωνες τρεις. 14 και το τειχος της πόλεως εχων θεμελίους δώδεκα, και επ' αυτων δώδεκα ονόματα των δώδεκα αποστόλων του αρνίου. 15 Και ο λαλων μετ' εμου ειχεν μέτρον κάλαμον χρυσουν, ινα μετρήση την πόλιν και τους πυλωνας αυτης και το τειχος αυτης. 16 και η πόλις τετράγωνος κειται, και το μηκος αυτης οσον και το πλάτος. και εμέτρησεν την πόλιν τω καλάμω επι σταδίων δώδεκα χιλιάδων. το μηκος και το πλάτος και το υψος αυτης ισα εστίν. 17 και εμέτρησεν το τειχος αυτης εκατον τεσσεράκοντα τεσσάρων πηχων, μέτρον ανθρώπου, ο εστιν αγγέλου. 18 και η ενδώμησις του τείχους αυτης ιασπις, και η πόλις χρυσίον καθαρον ομοιον υάλω καθαρω. 19 οι θεμέλιοι του τείχους της πόλεως παντι λίθω τιμίω κεκοσμημένοι. ο θεμέλιος ο πρωτος ιασπις, ο δεύτερος σάπφιρος, ο τρίτος χαλκηδών, ο τέταρτος σμάραγδος, 20 ο πέμπτος σαρδόνυξ, ο εκτος σάρδιον, ο εβδομος χρυσόλιθος, ο ογδοος βήρυλλος, ο ενατος τοπάζιον, ο δέκατος χρυσόπρασος, ο ενδέκατος υάκινθος, ο δωδέκατος αμέθυστος. 21 και οι δώδεκα πυλωνες δώδεκα μαργαριται, ανα εις εκαστος των πυλώνων ην εξ ενος μαργαρίτου. και η πλατεια της πόλεως χρυσίον καθαρον ως υαλος διαυγής. 22 Και ναον ουκ ειδον εν αυτη, ο γαρ κύριος ο θεος ο παντοκράτωρ ναος αυτης εστιν, και το αρνίον. 23 και η πόλις ου χρείαν εχει του ηλίου ουδε της σελήνης, ινα φαίνωσιν αυτη, η γαρ δόξα του θεου εφώτισεν αυτήν, και ο λύχνος αυτης το αρνίον. 24 και περιπατήσουσιν τα εθνη δια του φωτος αυτης. και οι βασιλεις της γης φέρουσιν την δόξαν αυτων εις αυτήν. 25 και οι πυλωνες αυτης ου μη κλεισθωσιν ημέρας, νυξ γαρ ουκ εσται εκει. 26 και οισουσιν την δόξαν και την τιμην των εθνων εις αυτήν. 27 και ου μη εισέλθη εις αυτην παν κοινον και ο ποιων βδέλυγμα και ψευδος, ει μη οι γεγραμμένοι εν τω βιβλίω της ζωης του αρνίου.

κβ:1 Και εδειξέν μοι ποταμον υδατος ζωης λαμπρον ως κρύσταλλον, εκπορευόμενον εκ του θρόνου του θεου και του αρνίου. 2 εν μέσω της πλατείας αυτης και του ποταμου εντευθεν και εκειθεν ξύλον ζωης ποιουν καρπους δώδεκα, κατα μηνα εκαστον αποδιδουν τον καρπον αυτου, και τα φύλλα του ξύλου εις θεραπείαν των εθνων. 3 και παν κατάθεμα ουκ εσται ετι. και ο θρόνος του θεου και του αρνίου εν αυτη εσται, και οι δουλοι αυτου λατρεύσουσιν αυτω, 4 και οψονται το πρόσωπον αυτου, και το ονομα αυτου επι των μετώπων αυτων. 5 και νυξ ουκ εσται ετι, και ουκ εχουσιν χρείαν φωτος λύχνου και φωτος ηλίου, οτι κύριος ο θεος φωτίσει επ' αυτούς, και βασιλεύσουσιν εις τους αιωνας των αιώνων. 6 Και ειπέν μοι, Ουτοι οι λόγοι πιστοι και αληθινοί, και ο κύριος, ο θεος των πνευμάτων των προφητων, απέστειλεν τον αγγελον αυτου δειξαι τοις δούλοις αυτου α δει γενέσθαι εν τάχει. 7 και ιδου ερχομαι ταχύ. μακάριος ο τηρων τους λόγους της προφητείας του βιβλίου τούτου. 8 Καγω Ιωάννης ο ακούων και βλέπων ταυτα. και οτε ηκουσα και εβλεψα, επεσα προσκυνησαι εμπροσθεν των ποδων του αγγέλου του δεικνύοντός μοι ταυτα. 9 και λέγει μοι, Ορα μή. σύνδουλός σού ειμι και των αδελφων σου των προφητων και των τηρούντων τους λόγους του βιβλίου τούτου. τω θεω προσκύνησον. 10 και λέγει μοι, Μη σφραγίσης τους λόγους της προφητείας του βιβλίου τούτου, ο καιρος γαρ εγγύς εστιν. 11 ο αδικων αδικησάτω ετι, και ο ρυπαρος ρυπανθήτω ετι, και ο δίκαιος δικαιοσύνην ποιησάτω ετι, και ο αγιος αγιασθήτω ετι. 12 Ιδου ερχομαι ταχύ, και ο μισθός μου μετ' εμου, αποδουναι εκάστω ως το εργον εστιν αυτου. 13 εγω το Αλφα και το Ω, ο πρωτος και ο εσχατος, η αρχη και το τέλος. 14 Μακάριοι οι πλύνοντες τας στολας αυτων, ινα εσται η εξουσία αυτων επι το ξύλον της ζωης και τοις πυλωσιν εισέλθωσιν εις την πόλιν. 15 εξω οι κύνες και οι φάρμακοι και οι πόρνοι και οι φονεις και οι ειδωλολάτραι και πας φιλων και ποιων ψευδος. 16 Εγω Ιησους επεμψα τον αγγελόν μου μαρτυρησαι υμιν ταυτα επι ταις εκκλησίαις. εγώ ειμι η ρίζα και το γένος Δαυίδ, ο αστηρ ο λαμπρος ο πρωϊνός. 17 Και το πνευμα και η νύμφη λέγουσιν, Ερχου. και ο ακούων ειπάτω, Ερχου. και ο διψων ερχέσθω, ο θέλων λαβέτω υδωρ ζωης δωρεάν. 18 Μαρτυρω εγω παντι τω ακούοντι τους λόγους της προφητείας του βιβλίου τούτου. εάν τις επιθη επ' αυτά, επιθήσει ο θεος επ' αυτον τας πληγας τας γεγραμμένας εν τω βιβλίω τούτω. 19 και εάν τις αφέλη απο των λόγων του βιβλίου της προφητείας ταύτης, αφελει ο θεος το μέρος αυτου απο του ξύλου της ζωης και εκ της πόλεως της αγίας, των γεγραμμένων εν τω βιβλίω τούτω. 20 Λέγει ο μαρτυρων ταυτα, Ναί, ερχομαι ταχύ. Αμήν, ερχου, κύριε Ιησου. 21 Η χάρις του κυρίου Ιησου μετα πάντων των αγίων αμήν. 

 


 

Γώγ  και Μαγώγ είναι οι Νεφελίμ