Π ρ ά ξ ε ι ς     των    A π ο σ τ ό λ ω ν

 

 

 


1ο Κεφάλαιο

 

1 Τον μεν πρωτον λόγον εποιησάμην περι πάντων, ω Θεόφιλε, ων ηρξατο ο Ιησους ποιειν τε και διδάσκειν
2 αχρι ης ημέρας εντειλάμενος τοις αποστόλοις δια πνεύματος αγίου ους εξελέξατο ανελήμφθη.
3 οις και παρέστησεν εαυτον ζωντα μετα το παθειν αυτον εν πολλοις τεκμηρίοις, δι ημερων τεσσεράκοντα οπτανόμενος αυτοις και λέγων τα περι της βασιλείας του θεου.
4 και συναλιζόμενος παρήγγειλεν αυτοις απο Ιεροσολύμων μη χωρίζεσθαι, αλλα περιμένειν την επαγγελίαν του πατρος ην ηκούσατέ μου.
5 οτι Ιωάννης μεν εβάπτισεν υδατι, υμεις δε εν πνεύματι βαπτισθήσεσθε αγίω ου μετα πολλας ταύτας ημέρας.
6 Οι μεν ουν συνελθόντες ηρώτων αυτον λέγοντες, Κύριε, ει εν τω χρόνω τούτω αποκαθιστάνεις την βασιλείαν τω Ισραήλ;
7 ειπεν δε προς αυτούς, Ουχ υμων εστιν γνωναι χρόνους η καιρους ους ο πατηρ εθετο εν τη ιδία εξουσία.
8 αλλα λήμψεσθε δύναμιν επελθόντος του αγίου πνεύματος εφ υμας, και εσεσθέ μου μάρτυρες εν τε Ιερουσαλημ και εν πάση τη Ιουδαία και Σαμαρεία και εως εσχάτου της γης.
9 και ταυτα ειπων βλεπόντων αυτων επήρθη, και νεφέλη υπέλαβεν αυτον απο των οφθαλμων αυτων.
10 και ως ατενίζοντες ησαν εις τον ουρανον πορευομένου αυτου, και ιδου ανδρες δύο παρειστήκεισαν αυτοις εν εσθήσεσι λευκαις,
11 οι και ειπαν, Ανδρες Γαλιλαιοι, τί εστήκατε εμβλέποντες εις τον ουρανόν; ουτος ο Ιησους ο αναλημφθεις αφ υμων εις τον ουρανον ουτως ελεύσεται ον τρόπον εθεάσασθε αυτον πορευόμενον εις τον ουρανόν.
12 Τότε υπέστρεψαν εις Ιερουσαλημ απο ορους του καλουμένου Ελαιωνος, ο εστιν εγγυς Ιερουσαλημ σαββάτου εχον οδόν.
13 και οτε εισηλθον, εις το υπερωον ανέβησαν ου ησαν καταμένοντες, ο τε Πέτρος και Ιωάννης και Ιάκωβος και Ανδρέας, Φίλιππος και Θωμας, Βαρθολομαιος και Μαθθαιος, Ιάκωβος Αλφαίου και Σίμων ο ζηλωτης και Ιούδας Ιακώβου.
14 ουτοι πάντες ησαν προσκαρτερουντες ομοθυμαδον τη προσευχη συν γυναιξιν και Μαριαμ τη μητρι του Ιησου και τοις αδελφοις αυτου.
15 Και εν ταις ημέραις ταύταις αναστας Πέτρος εν μέσω των αδελφων ειπεν (ην τε οχλος ονομάτων επι το αυτο ωσει εκατον εικοσι),
16 Ανδρες αδελφοί, εδει πληρωθηναι την γραφην ην προειπεν το πνευμα το αγιον δια στόματος Δαυιδ περι Ιούδα του γενομένου οδηγου τοις συλλαβουσιν Ιησουν,
17 οτι κατηριθμημένος ην εν ημιν και ελαχεν τον κληρον της διακονίας ταύτης.
18 Ουτος μεν ουν εκτήσατο χωρίον εκ μισθου της αδικίας, και πρηνης γενόμενος ελάκησεν μέσος, και εξεχύθη πάντα τα σπλάγχνα αυτου.
19 και γνωστον εγένετο πασι τοις κατοικουσιν Ιερουσαλήμ, ωστε κληθηναι το χωρίον εκεινο τη ιδία διαλέκτω αυτων Ακελδαμάχ, τουτ εστιν, Χωρίον Αιματος.
20 Γέγραπται γαρ εν βίβλω ψαλμων, Γενηθήτω η επαυλις αυτου ερημος και μη εστω ο κατοικων εν αυτη, καί, Την επισκοπην αυτου λαβέτω ετερος.
21 δει ουν των συνελθόντων ημιν ανδρων εν παντι χρόνω ω εισηλθεν και εξηλθεν εφ ημας ο κύριος Ιησους,
22 αρξάμενος απο του βαπτίσματος Ιωάννου εως της ημέρας ης ανελήμφθη αφ ημων, μάρτυρα της αναστάσεως αυτου συν ημιν γενέσθαι ενα τούτων.
23 και εστησαν δύο, Ιωσηφ τον καλούμενον Βαρσαββαν, ος επεκλήθη Ιουστος, και Μαθθίαν.
24 και προσευξάμενοι ειπαν, Συ κύριε, καρδιογνωστα πάντων, ανάδειξον ον εξελέξω εκ τούτων των δύο ενα
25 λαβειν τον τόπον της διακονίας ταύτης και αποστολης, αφ ης παρέβη Ιούδας πορευθηναι εις τον τόπον τον ιδιον.
26 και εδωκαν κλήρους αυτοις, και επεσεν ο κληρος επι Μαθθίαν, και συγκατεψηφίσθη μετα των ενδεκα αποστόλων.

 

2ο Κεφάλαιο

 

1 Και εν τω συμπληρουσθαι την ημέραν της πεντηκοστης ησαν πάντες ομου επι το αυτό.
2 και εγένετο αφνω εκ του ουρανου ηχος ωσπερ φερομένης πνοης βιαίας και επλήρωσεν ολον τον οικον ου ησαν καθήμενοι.
3 και ωφθησαν αυτοις διαμεριζόμεναι γλωσσαι ωσει πυρός, και εκάθισεν εφ ενα εκαστον αυτων,
4 και επλήσθησαν πάντες πνεύματος αγίου, και ηρξαντο λαλειν ετέραις γλώσσαις καθως το πνευμα εδίδου αποφθέγγεσθαι αυτοις.
5 Ησαν δε εις Ιερουσαλημ κατοικουντες Ιουδαιοι, ανδρες ευλαβεις απο παντος εθνους των υπο τον ουρανόν.
6 γενομένης δε της φωνης ταύτης συνηλθεν το πληθος και συνεχύθη, οτι ηκουον εις εκαστος τη ιδία διαλέκτω λαλούντων αυτων.
7 εξίσταντο δε και εθαύμαζον λέγοντες, Ουχ ιδου απαντες ουτοί εισιν οι λαλουντες Γαλιλαιοι;
8 και πως ημεις ακούομεν εκαστος τη ιδία διαλέκτω ημων εν η εγεννήθημεν;
9 Πάρθοι και Μηδοι και Ελαμιται, και οι κατοικουντες την Μεσοποταμίαν, Ιουδαίαν τε και Καππαδοκίαν, Πόντον και την Ασίαν,
10 Φρυγίαν τε και Παμφυλίαν, Αιγυπτον και τα μέρη της Λιβύης της κατα Κυρήνην, και οι επιδημουντες Ρωμαιοι,
11 Ιουδαιοί τε και προσήλυτοι, Κρητες και Αραβες, ακούομεν λαλούντων αυτων ταις ημετέραις γλώσσαις τα μεγαλεια του θεου.
12 εξίσταντο δε πάντες και διηπόρουν, αλλος προς αλλον λέγοντες, Τί θέλει τουτο ειναι;
13 ετεροι δε διαχλευάζοντες ελεγον οτι Γλεύκους μεμεστωμένοι εισίν.
14 Σταθεις δε ο Πέτρος συν τοις ενδεκα επηρεν την φωνην αυτου και απεφθέγξατο αυτοις, Ανδρες Ιουδαιοι και οι κατοικουντες Ιερουσαλημ πάντες, τουτο υμιν γνωστον εστω και ενωτίσασθε τα ρήματά μου.
15 ου γαρ ως υμεις υπολαμβάνετε ουτοι μεθύουσιν, εστιν γαρ ωρα τρίτη της ημέρας,
16 αλλα τουτό εστιν το ειρημένον δια του προφήτου Ιωήλ,
17 Και εσται εν ταις εσχάταις ημέραις, λέγει ο θεός, εκχεω απο του πνεύματός μου επι πασαν σάρκα, και προφητεύσουσιν οι υιοι υμων και αι θυγατέρες υμων, και οι νεανίσκοι υμων οράσεις οψονται, και οι πρεσβύτεροι υμων ενυπνίοις ενυπνιασθήσονται.
18 καί γε επι τους δούλους μου και επι τας δούλας μου εν ταις ημέραις εκείναις εκχεω απο του πνεύματός μου, και προφητεύσουσιν.
19 και δώσω τέρατα εν τω ουρανω ανω και σημεια επι της γης κάτω, αιμα και πυρ και ατμίδα καπνου.
20 ο ηλιος μεταστραφήσεται εις σκότος και η σελήνη εις αιμα πριν ελθειν ημέραν κυρίου την μεγάλην και επιφανη.
21 και εσται πας ος αν επικαλέσηται το ονομα κυρίου σωθήσεται.
22 Ανδρες Ισραηλιται, ακούσατε τους λόγους τούτους. Ιησουν τον Ναζωραιον, ανδρα αποδεδειγμένον απο του θεου εις υμας δυνάμεσι και τέρασι και σημείοις οις εποίησεν δι αυτου ο θεος εν μέσω υμων, καθως αυτοι οιδατε,
23 τουτον τη ωρισμένη βουλη και προγνώσει του θεου εκδοτον δια χειρος ανόμων προσπήξαντες ανείλατε,
24 ον ο θεος ανέστησεν λύσας τας ωδινας του θανάτου, καθότι ουκ ην δυνατον κρατεισθαι αυτον υπ αυτου.
25 Δαυιδ γαρ λέγει εις αυτόν, Προορώμην τον κύριον ενώπιόν μου δια παντός, οτι εκ δεξιων μού εστιν ινα μη σαλευθω.
26 δια τουτο ηυφράνθη η καρδία μου και ηγαλλιάσατο η γλωσσά μου, ετι δε και η σάρξ μου κατασκηνώσει επ ελπίδι.
27 οτι ουκ εγκαταλείψεις την ψυχήν μου εις αδην, ουδε δώσεις τον οσιόν σου ιδειν διαφθοράν.
28 εγνώρισάς μοι οδους ζωης, πληρώσεις με ευφροσύνης μετα του προσώπου σου.
29 Ανδρες αδελφοί, εξον ειπειν μετα παρρησίας προς υμας περι του πατριάρχου Δαυίδ, οτι και ετελεύτησεν και ετάφη και το μνημα αυτου εστιν εν ημιν αχρι της ημέρας ταύτης.
30 προφήτης ουν υπάρχων, και ειδως οτι ορκω ωμοσεν αυτω ο θεος εκ καρπου της οσφύος αυτου καθίσαι επι τον θρόνον αυτου,
31 προϊδων ελάλησεν περι της αναστάσεως του Χριστου οτι ουτε εγκατελείφθη εις αδην ουτε η σαρξ αυτου ειδεν διαφθοράν.
32 τουτον τον Ιησουν ανέστησεν ο θεός, ου πάντες ημεις εσμεν μάρτυρες.
33 τη δεξια ουν του θεου υψωθεις τήν τε επαγγελίαν του πνεύματος του αγίου λαβων παρα του πατρος εξέχεεν τουτο ο υμεις και βλέπετε και ακούετε.
34 ου γαρ Δαυιδ ανέβη εις τους ουρανούς, λέγει δε αυτός, Ειπεν ο κύριος τω κυρίω μου, Κάθου εκ δεξιων μου
35 εως αν θω τους εχθρούς σου υποπόδιον των ποδων σου.
36 ασφαλως ουν γινωσκέτω πας οικος Ισραηλ οτι και κύριον αυτον και Χριστον εποίησεν ο θεός, τουτον τον Ιησουν ον υμεις εσταυρώσατε.
37 Ακούσαντες δε κατενύγησαν την καρδίαν, ειπόν τε προς τον Πέτρον και τους λοιπους αποστόλους, Τί ποιήσωμεν, ανδρες αδελφοί;
38 Πέτρος δε προς αυτούς, Μετανοήσατε, φησίν, και βαπτισθήτω εκαστος υμων επι τω ονόματι Ιησου Χριστου εις αφεσιν των αμαρτιων υμων, και λήμψεσθε την δωρεαν του αγίου πνεύματος.
39 υμιν γάρ εστιν η επαγγελία και τοις τέκνοις υμων και πασιν τοις εις μακραν οσους αν προσκαλέσηται κύριος ο θεος ημων.
40 ετέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, και παρεκάλει αυτους λέγων, Σώθητε απο της γενεας της σκολιας ταύτης.
41 οι μεν ουν αποδεξάμενοι τον λόγον αυτου εβαπτίσθησαν, και προσετέθησαν εν τη ημέρα εκείνη ψυχαι ωσει τρισχίλιαι.
42 ησαν δε προσκαρτερουντες τη διδαχη των αποστόλων και τη κοινωνία, τη κλάσει του αρτου και ταις προσευχαις.
43 Εγίνετο δε πάση ψυχη φόβος, πολλά τε τέρατα και σημεια δια των αποστόλων εγίνετο.
44 πάντες δε οι πιστεύοντες ησαν επι το αυτο και ειχον απαντα κοινά,
45 και τα κτήματα και τας υπάρξεις επίπρασκον και διεμέριζον αυτα πασιν καθότι αν τις χρείαν ειχεν.
46 καθ ημέραν τε προσκαρτερουντες ομοθυμαδον εν τω ιερω, κλωντές τε κατ οικον αρτον, μετελάμβανον τροφης εν αγαλλιάσει και αφελότητι καρδίας,
47 αινουντες τον θεον και εχοντες χάριν προς ολον τον λαόν. ο δε κύριος προσετίθει τους σωζομένους καθ ημέραν επι το αυτό.

 

3ο Κεφάλαιο

 

1 Πέτρος δε και Ιωάννης ανέβαινον εις το ιερον επι την ωραν της προσευχης την ενάτην.
2 καί τις ανηρ χωλος εκ κοιλίας μητρος αυτου υπάρχων εβαστάζετο, ον ετίθουν καθ ημέραν προς την θύραν του ιερου την λεγομένην Ωραίαν του αιτειν ελεημοσύνην παρα των εισπορευομένων εις το ιερόν.
3 ος ιδων Πέτρον και Ιωάννην μέλλοντας εισιέναι εις το ιερον ηρώτα ελεημοσύνην λαβειν.
4 ατενίσας δε Πέτρος εις αυτον συν τω Ιωάννη ειπεν, Βλέψον εις ημας.
5 ο δε επειχεν αυτοις προσδοκων τι παρ αυτων λαβειν.
6 ειπεν δε Πέτρος, Αργύριον και χρυσίον ουχ υπάρχει μοι, ο δε εχω τουτό σοι δίδωμι. εν τω ονόματι Ιησου Χριστου του Ναζωραίου εγειρε και περιπάτει.
7 και πιάσας αυτον της δεξιας χειρος ηγειρεν αυτόν. παραχρημα δε εστερεώθησαν αι βάσεις αυτου και τα σφυδρά,
8 και εξαλλόμενος εστη και περιεπάτει, και εισηλθεν συν αυτοις εις το ιερον περιπατων και αλλόμενος και αινων τον θεόν.
9 και ειδεν πας ο λαος αυτον περιπατουντα και αινουντα τον θεόν,
10 επεγίνωσκον δε αυτον οτι αυτος ην ο προς την ελεημοσύνην καθήμενος επι τη Ωραία Πύλη του ιερου, και επλήσθησαν θάμβους και εκστάσεως επι τω συμβεβηκότι αυτω.
11 Κρατουντος δε αυτου τον Πέτρον και τον Ιωάννην συνέδραμεν πας ο λαος προς αυτους επι τη στοα τη καλουμένη Σολομωντος εκθαμβοι.
12 ιδων δε ο Πέτρος απεκρίνατο προς τον λαόν, Ανδρες Ισραηλιται, τί θαυμάζετε επι τούτω, η ημιν τί ατενίζετε ως ιδία δυνάμει η ευσεβεία πεποιηκόσιν του περιπατειν αυτόν;
13 ο θεος Αβρααμ και ο θεος Ισαακ και ο θεος Ιακώβ, ο θεος των πατέρων ημων, εδόξασεν τον παιδα αυτου Ιησουν, ον υμεις μεν παρεδώκατε και ηρνήσασθε κατα πρόσωπον Πιλάτου, κρίναντος εκείνου απολύειν.
14 υμεις δε τον αγιον και δίκαιον ηρνήσασθε, και ητήσασθε ανδρα φονέα χαρισθηναι υμιν,
15 τον δε αρχηγον της ζωης απεκτείνατε, ον ο θεος ηγειρεν εκ νεκρων, ου ημεις μάρτυρές εσμεν.
16 και επι τη πίστει του ονόματος αυτου τουτον ον θεωρειτε και οιδατε εστερέωσεν το ονομα αυτου, και η πίστις η δι αυτου εδωκεν αυτω την ολοκληρίαν ταύτην απέναντι πάντων υμων.
17 και νυν, αδελφοί, οιδα οτι κατα αγνοιαν επράξατε, ωσπερ και οι αρχοντες υμων.
18 ο δε θεος α προκατήγγειλεν δια στόματος πάντων των προφητων παθειν τον Χριστον αυτου επλήρωσεν ουτως.
19 μετανοήσατε ουν και επιστρέψατε εις το εξαλειφθηναι υμων τας αμαρτίας,
20 οπως αν ελθωσιν καιροι αναψύξεως απο προσώπου του κυρίου και αποστείλη τον προκεχειρισμένον υμιν Χριστόν, Ιησουν,
21 ον δει ουρανον μεν δέξασθαι αχρι χρόνων αποκαταστάσεως πάντων ων ελάλησεν ο θεος δια στόματος των αγίων απ αιωνος αυτου προφητων.
22 Μωϋσης μεν ειπεν οτι Προφήτην υμιν αναστήσει κύριος ο θεος υμων εκ των αδελφων υμων ως εμέ. αυτου ακούσεσθε κατα πάντα οσα αν λαλήση προς υμας.
23 εσται δε πασα ψυχη ητις εαν μη ακούση του προφήτου εκείνου εξολεθρευθήσεται εκ του λαου.
24 και πάντες δε οι προφηται απο Σαμουηλ και των καθεξης οσοι ελάλησαν και κατήγγειλαν τας ημέρας ταύτας.
25 υμεις εστε οι υιοι των προφητων και της διαθήκης ης διέθετο ο θεος προς τους πατέρας υμων, λέγων προς Αβραάμ, Και εν τω σπέρματί σου ενευλογηθήσονται πασαι αι πατριαι της γης.
26 υμιν πρωτον αναστήσας ο θεος τον παιδα αυτου απέστειλεν αυτον ευλογουντα υμας εν τω αποστρέφειν εκαστον απο των πονηριων υμων.

 

4ο Κεφάλαιο

 

1 Λαλούντων δε αυτων προς τον λαον επέστησαν αυτοις οι ιερεις και ο στρατηγος του ιερου και οι Σαδδουκαιοι,
2 διαπονούμενοι δια το διδάσκειν αυτους τον λαον και καταγγέλλειν εν τω Ιησου την ανάστασιν την εκ νεκρων,
3 και επέβαλον αυτοις τας χειρας και εθεντο εις τήρησιν εις την αυριον. ην γαρ εσπέρα ηδη.
4 πολλοι δε των ακουσάντων τον λόγον επίστευσαν, και εγενήθη ο αριθμος των ανδρων ως χιλιάδες πέντε.
5 Εγένετο δε επι την αυριον συναχθηναι αυτων τους αρχοντας και τους πρεσβυτέρους και τους γραμματεις εν Ιερουσαλήμ
6 (και Αννας ο αρχιερευς και Καϊάφας και Ιωάννης και Αλέξανδρος και οσοι ησαν εκ γένους αρχιερατικου)
7 και στήσαντες αυτους εν τω μέσω επυνθάνοντο, Εν ποία δυνάμει η εν ποίω ονόματι εποιήσατε τουτο υμεις;
8 τότε Πέτρος πλησθεις πνεύματος αγίου ειπεν προς αυτούς, Αρχοντες του λαου και πρεσβύτεροι,
9 ει ημεις σήμερον ανακρινόμεθα επι ευεργεσία ανθρώπου ασθενους, εν τίνι ουτος σέσωται,
10 γνωστον εστω πασιν υμιν και παντι τω λαω Ισραηλ οτι εν τω ονόματι Ιησου Χριστου του Ναζωραίου, ον υμεις εσταυρώσατε, ον ο θεος ηγειρεν εκ νεκρων, εν τούτω ουτος παρέστηκεν ενώπιον υμων υγιής.
11 ουτός εστιν ο λίθος ο εξουθενηθεις υφ υμων των οικοδόμων, ο γενόμενος εις κεφαλην γωνίας.
12 και ουκ εστιν εν αλλω ουδενι η σωτηρία, ουδε γαρ ονομά εστιν ετερον υπο τον ουρανον το δεδομένον εν ανθρώποις εν ω δει σωθηναι ημας.
13 Θεωρουντες δε την του Πέτρου παρρησίαν και Ιωάννου, και καταλαβόμενοι οτι ανθρωποι αγράμματοί εισιν και ιδιωται, εθαύμαζον επεγίνωσκόν τε αυτους οτι συν τω Ιησου ησαν.
14 τόν τε ανθρωπον βλέποντες συν αυτοις εστωτα τον τεθεραπευμένον ουδεν ειχον αντειπειν.
15 κελεύσαντες δε αυτους εξω του συνεδρίου απελθειν συνέβαλλον προς αλλήλους
16 λέγοντες, Τί ποιήσωμεν τοις ανθρώποις τούτοις; οτι μεν γαρ γνωστον σημειον γέγονεν δι αυτων πασιν τοις κατοικουσιν Ιερουσαλημ φανερόν, και ου δυνάμεθα αρνεισθαι.
17 αλλ ινα μη επι πλειον διανεμηθη εις τον λαόν, απειλησώμεθα αυτοις μηκέτι λαλειν επι τω ονόματι τούτω μηδενι ανθρώπων.
18 και καλέσαντες αυτους παρήγγειλαν το καθόλου μη φθέγγεσθαι μηδε διδάσκειν επι τω ονόματι του Ιησου.
19 ο δε Πέτρος και Ιωάννης αποκριθέντες ειπον προς αυτούς, Ει δίκαιόν εστιν ενώπιον του θεου υμων ακούειν μαλλον η του θεου, κρίνατε,
20 ου δυνάμεθα γαρ ημεις α ειδαμεν και ηκούσαμεν μη λαλειν.
21 οι δε προσαπειλησάμενοι απέλυσαν αυτούς, μηδεν ευρίσκοντες το πως κολάσωνται αυτούς, δια τον λαόν, οτι πάντες εδόξαζον τον θεον επι τω γεγονότι.
22 ετων γαρ ην πλειόνων τεσσεράκοντα ο ανθρωπος εφ ον γεγόνει το σημειον τουτο της ιάσεως.
23 Απολυθέντες δε ηλθον προς τους ιδίους και απήγγειλαν οσα προς αυτους οι αρχιερεις και οι πρεσβύτεροι ειπαν.
24 οι δε ακούσαντες ομοθυμαδον ηραν φωνην προς τον θεον και ειπαν, Δέσποτα, συ ο ποιήσας τον ουρανον και την γην και την θάλασσαν και πάντα τα εν αυτοις,
25 ο του πατρος ημων δια πνεύματος αγίου στόματος Δαυιδ παιδός σου ειπών, Ινατί εφρύαξαν εθνη και λαοι εμελέτησαν κενά;
26 παρέστησαν οι βασιλεις της γης και οι αρχοντες συνήχθησαν επι το αυτο κατα του κυρίου και κατα του Χριστου αυτου.
27 συνήχθησαν γαρ επ αληθείας εν τη πόλει ταύτη επι τον αγιον παιδά σου Ιησουν, ον εχρισας, Ηρώδης τε και Πόντιος Πιλατος συν εθνεσιν και λαοις Ισραήλ,
28 ποιησαι οσα η χείρ σου και η βουλή σου προώρισεν γενέσθαι.
29 και τα νυν, κύριε, επιδε επι τας απειλας αυτων, και δος τοις δούλοις σου μετα παρρησίας πάσης λαλειν τον λόγον σου,
30 εν τω την χειρά σου εκτείνειν σε εις ιασιν και σημεια και τέρατα γίνεσθαι δια του ονόματος του αγίου παιδός σου Ιησου.
31 και δεηθέντων αυτων εσαλεύθη ο τόπος εν ω ησαν συνηγμένοι, και επλήσθησαν απαντες του αγίου πνεύματος, και ελάλουν τον λόγον του θεου μετα παρρησίας.
32 Του δε πλήθους των πιστευσάντων ην καρδία και ψυχη μία, και ουδε εις τι των υπαρχόντων αυτω ελεγεν ιδιον ειναι, αλλ ην αυτοις απαντα κοινά.
33 και δυνάμει μεγάλη απεδίδουν το μαρτύριον οι απόστολοι της αναστάσεως του κυρίου Ιησου, χάρις τε μεγάλη ην επι πάντας αυτούς.
34 ουδε γαρ ενδεής τις ην εν αυτοις. οσοι γαρ κτήτορες χωρίων η οικιων υπηρχον, πωλουντες εφερον τας τιμας των πιπρασκομένων
35 και ετίθουν παρα τους πόδας των αποστόλων. διεδίδετο δε εκάστω καθότι αν τις χρείαν ειχεν.
36 Ιωσηφ δε ο επικληθεις Βαρναβας απο των αποστόλων, ο εστιν μεθερμηνευόμενον υιος παρακλήσεως, Λευίτης, Κύπριος τω γένει,
37 υπάρχοντος αυτω αγρου πωλήσας ηνεγκεν το χρημα και εθηκεν προς τους πόδας των αποστόλων.

 

5ο Κεφάλαιο

 

1 Ανηρ δέ τις Ανανίας ονόματι συν Σαπφίρη τη γυναικι αυτου επώλησεν κτημα
2 και ενοσφίσατο απο της τιμης, συνειδυίης και της γυναικός, και ενέγκας μέρος τι παρα τους πόδας των αποστόλων εθηκεν.
3 ειπεν δε ο Πέτρος, Ανανία, δια τί επλήρωσεν ο Σατανας την καρδίαν σου ψεύσασθαί σε το πνευμα το αγιον και νοσφίσασθαι απο της τιμης του χωρίου;
4 ουχι μένον σοι εμενεν και πραθεν εν τη ση εξουσία υπηρχεν; τί οτι εθου εν τη καρδία σου το πραγμα τουτο; ουκ εψεύσω ανθρώποις αλλα τω θεω.
5 ακούων δε ο Ανανίας τους λόγους τούτους πεσων εξέψυξεν. και εγένετο φόβος μέγας επι πάντας τους ακούοντας.
6 αναστάντες δε οι νεώτεροι συνέστειλαν αυτον και εξενέγκαντες εθαψαν.
7 Εγένετο δε ως ωρων τριων διάστημα και η γυνη αυτου μη ειδυια το γεγονος εισηλθεν.
8 απεκρίθη δε προς αυτην Πέτρος, Ειπέ μοι, ει τοσούτου το χωρίον απέδοσθε; η δε ειπεν, Ναί, τοσούτου.
9 ο δε Πέτρος προς αυτήν, Τί οτι συνεφωνήθη υμιν πειράσαι το πνευμα κυρίου; ιδου οι πόδες των θαψάντων τον ανδρα σου επι τη θύρα και εξοίσουσίν σε.
10 επεσεν δε παραχρημα προς τους πόδας αυτου και εξέψυξεν. εισελθόντες δε οι νεανίσκοι ευρον αυτην νεκράν, και εξενέγκαντες εθαψαν προς τον ανδρα αυτης.
11 και εγένετο φόβος μέγας εφ ολην την εκκλησίαν και επι πάντας τους ακούοντας ταυτα.
12 Δια δε των χειρων των αποστόλων εγίνετο σημεια και τέρατα πολλα εν τω λαω. και ησαν ομοθυμαδον απαντες εν τη Στοα Σολομωντος.
13 των δε λοιπων ουδεις ετόλμα κολλασθαι αυτοις, αλλ εμεγάλυνεν αυτους ο λαός.
14 μαλλον δε προσετίθεντο πιστεύοντες τω κυρίω πλήθη ανδρων τε και γυναικων,
15 ωστε και εις τας πλατείας εκφέρειν τους ασθενεις και τιθέναι επι κλιναρίων και κραβάττων, ινα ερχομένου Πέτρου καν η σκια επισκιάση τινι αυτων.
16 συνήρχετο δε και το πληθος των πέριξ πόλεων Ιερουσαλήμ, φέροντες ασθενεις και οχλουμένους υπο πνευμάτων ακαθάρτων, οιτινες εθεραπεύοντο απαντες.
17 Αναστας δε ο αρχιερευς και πάντες οι συν αυτω, η ουσα αιρεσις των Σαδδουκαίων, επλήσθησαν ζήλου
18 και επέβαλον τας χειρας επι τους αποστόλους και εθεντο αυτους εν τηρήσει δημοσία.
19 αγγελος δε κυρίου δια νυκτος ανοίξας τας θύρας της φυλακης εξαγαγών τε αυτους ειπεν,
20 Πορεύεσθε και σταθέντες λαλειτε εν τω ιερω τω λαω πάντα τα ρήματα της ζωης ταύτης.
21 ακούσαντες δε εισηλθον υπο τον ορθρον εις το ιερον και εδίδασκον. Παραγενόμενος δε ο αρχιερευς και οι συν αυτω συνεκάλεσαν το συνέδριον και πασαν την γερουσίαν των υιων Ισραήλ, και απέστειλαν εις το δεσμωτήριον αχθηναι αυτούς.
22 οι δε παραγενόμενοι υπηρέται ουχ ευρον αυτους εν τη φυλακη, αναστρέψαντες δε απήγγειλαν
23 λέγοντες οτι Το δεσμωτήριον ευρομεν κεκλεισμένον εν πάση ασφαλεία και τους φύλακας εστωτας επι των θυρων, ανοίξαντες δε εσω, ουδένα ευρομεν.
24 ως δε ηκουσαν τους λόγους τούτους ο τε στρατηγος του ιερου και οι αρχιερεις, διηπόρουν περι αυτων τί αν γένοιτο τουτο.
25 παραγενόμενος δέ τις απήγγειλεν αυτοις οτι Ιδου οι ανδρες ους εθεσθε εν τη φυλακη εισιν εν τω ιερω εστωτες και διδάσκοντες τον λαόν.
26 τότε απελθων ο στρατηγος συν τοις υπηρέταις ηγεν αυτούς, ου μετα βίας, εφοβουντο γαρ τον λαόν, μη λιθασθωσιν.
27 Αγαγόντες δε αυτους εστησαν εν τω συνεδρίω. και επηρώτησεν αυτους ο αρχιερευς
28 λέγων, Ου παραγγελία παρηγγείλαμεν υμιν μη διδάσκειν επι τω ονόματι τούτω; και ιδου πεπληρώκατε την Ιερουσαλημ της διδαχης υμων, και βούλεσθε επαγαγειν εφ ημας το αιμα του ανθρώπου τούτου.
29 αποκριθεις δε Πέτρος και οι απόστολοι ειπαν, Πειθαρχειν δει θεω μαλλον η ανθρώποις.
30 ο θεος των πατέρων ημων ηγειρεν Ιησουν, ον υμεις διεχειρίσασθε κρεμάσαντες επι ξύλου.
31 τουτον ο θεος αρχηγον και σωτηρα υψωσεν τη δεξια αυτου, του δουναι μετάνοιαν τω Ισραηλ και αφεσιν αμαρτιων.
32 και ημεις εσμεν μάρτυρες των ρημάτων τούτων, και το πνευμα το αγιον ο εδωκεν ο θεος τοις πειθαρχουσιν αυτω.
33 Οι δε ακούσαντες διεπρίοντο και εβούλοντο ανελειν αυτούς.
34 αναστας δέ τις εν τω συνεδρίω Φαρισαιος ονόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντι τω λαω, εκέλευσεν εξω βραχυ τους ανθρώπους ποιησαι,
35 ειπέν τε προς αυτούς, Ανδρες Ισραηλιται, προσέχετε εαυτοις επι τοις ανθρώποις τούτοις τί μέλλετε πράσσειν.
36 προ γαρ τούτων των ημερων ανέστη Θευδας, λέγων ειναί τινα εαυτόν, ω προσεκλίθη ανδρων αριθμος ως τετρακοσίων. ος ανηρέθη, και πάντες οσοι επείθοντο αυτω διελύθησαν και εγένοντο εις ουδέν.
37 μετα τουτον ανέστη Ιούδας ο Γαλιλαιος εν ταις ημέραις της απογραφης και απέστησεν λαον οπίσω αυτου. κακεινος απώλετο, και πάντες οσοι επείθοντο αυτω διεσκορπίσθησαν.
38 και τα νυν λέγω υμιν, απόστητε απο των ανθρώπων τούτων και αφετε αυτούς. οτι εαν η εξ ανθρώπων η βουλη αυτη η το εργον τουτο, καταλυθήσεται.
39 ει δε εκ θεου εστιν, ου δυνήσεσθε καταλυσαι αυτούς,ς μήποτε και θεομάχοι ευρεθητε. επείσθησαν δε αυτω,
40 και προσκαλεσάμενοι τους αποστόλους δείραντες παρήγγειλαν μη λαλειν επι τω ονόματι του Ιησου και απέλυσαν.
41 Οι μεν ουν επορεύοντο χαίροντες απο προσώπου του συνεδρίου οτι κατηξιώθησαν υπερ του ονόματος ατιμασθηναι.
42 πασάν τε ημέραν εν τω ιερω και κατ οικον ουκ επαύοντο διδάσκοντες και ευαγγελιζόμενοι τον Χριστόν, Ιησουν.

 

6ο Κεφάλαιο

 

1 Εν δε ταις ημέραις ταύταις πληθυνόντων των μαθητων εγένετο γογγυσμος των Ελληνιστων προς τους Εβραίους, οτι παρεθεωρουντο εν τη διακονία τη καθημερινη αι χηραι αυτων.
2 προσκαλεσάμενοι δε οι δώδεκα το πληθος των μαθητων ειπαν, Ουκ αρεστόν εστιν ημας καταλείψαντας τον λόγον του θεου διακονειν τραπέζαις.
3 επισκέψασθε δέ, αδελφοί, ανδρας εξ υμων μαρτυρουμένους επτα πλήρεις πνεύματος και σοφίας, ους καταστήσομεν επι της χρείας ταύτης.
4 ημεις δε τη προσευχη και τη διακονία του λόγου προσκαρτερήσομεν.
5 και ηρεσεν ο λόγος ενώπιον παντος του πλήθους, και εξελέξαντο Στέφανον, ανδρα πλήρης πίστεως και πνεύματος αγίου, και Φίλιππον και Πρόχορον και Νικάνορα και Τίμωνα και Παρμεναν και Νικόλαον προσήλυτον Αντιοχέα,
6 ους εστησαν ενώπιον των αποστόλων, και προσευξάμενοι επέθηκαν αυτοις τας χειρας.
7 Και ο λόγος του θεου ηυξανεν, και επληθύνετο ο αριθμος των μαθητων εν Ιερουσαλημ σφόδρα, πολύς τε οχλος των ιερέων υπήκουον τη πίστει.
8 Στέφανος δε πλήρης χάριτος και δυνάμεως εποίει τέρατα και σημεια μεγάλα εν τω λαω.
9 ανέστησαν δέ τινες των εκ της συναγωγης της λεγομένης Λιβερτίνων και Κυρηναίων και Αλεξανδρέων και των απο Κιλικίας και Ασίας συζητουντες τω Στεφάνω,
10 και ουκ ισχυον αντιστηναι τη σοφία και τω πνεύματι ω ελάλει.
11 τότε υπέβαλον ανδρας λέγοντας οτι Ακηκόαμεν αυτου λαλουντος ρήματα βλάσφημα εις Μωϋσην και τον θεόν.
12 συνεκίνησάν τε τον λαον και τους πρεσβυτέρους και τους γραμματεις, και επιστάντες συνήρπασαν αυτον και ηγαγον εις το συνέδριον,
13 εστησάν τε μάρτυρας ψευδεις λέγοντας, Ο ανθρωπος ουτος ου παύεται λαλων ρήματα κατα του τόπου του αγίου τούτου και του νόμου.
14 ακηκόαμεν γαρ αυτου λέγοντος οτι Ιησους ο Ναζωραιος ουτος καταλύσει τον τόπον τουτον και αλλάξει τα εθη α παρέδωκεν ημιν Μωϋσης.
15 και ατενίσαντες εις αυτον πάντες οι καθεζόμενοι εν τω συνεδρίω ειδον το πρόσωπον αυτου ωσει πρόσωπον αγγέλου.

 

7ο Κεφάλαιο

 

1 Ειπεν δε ο αρχιερεύς, Ει ταυτα ουτως εχει;
2 ο δε εφη, Ανδρες αδελφοι και πατέρες, ακούσατε. Ο θεος της δόξης ωφθη τω πατρι ημων Αβρααμ οντι εν τη Μεσοποταμία πριν η κατοικησαι αυτον εν Χαρράν,
3 και ειπεν προς αυτόν, Εξελθε εκ της γης σου και εκ της συγγενείας σου, και δευρο εις την γην ην αν σοι δείξω.
4 τότε εξελθων εκ γης Χαλδαίων κατώκησεν εν Χαρράν. κακειθεν μετα το αποθανειν τον πατέρα αυτου μετώκισεν αυτον εις την γην ταύτην εις ην υμεις νυν κατοικειτε,
5 και ουκ εδωκεν αυτω κληρονομίαν εν αυτη ουδε βημα ποδός, και επηγγείλατο δουναι αυτω εις κατάσχεσιν αυτην και τω σπέρματι αυτου μετ αυτόν, ουκ οντος αυτω τέκνου.
6 ελάλησεν δε ουτως ο θεος οτι εσται το σπέρμα αυτου πάροικον εν γη αλλοτρία, και δουλώσουσιν αυτο και κακώσουσιν ετη τετρακόσια.
7 και το εθνος ω εαν δουλεύσουσιν κρινω εγώ, ο θεος ειπεν, και μετα ταυτα εξελεύσονται και λατρεύσουσίν μοι εν τω τόπω τούτω.
8 και εδωκεν αυτω διαθήκην περιτομης. και ουτως εγέννησεν τον Ισαακ και περιέτεμεν αυτον τη ημέρα τη ογδόη, και Ισαακ τον Ιακώβ, και Ιακωβ τους δώδεκα πατριάρχας.
9 Και οι πατριάρχαι ζηλώσαντες τον Ιωσηφ απέδοντο εις Αιγυπτον. και ην ο θεος μετ αυτου,
10 και εξείλατο αυτον εκ πασων των θλίψεων αυτου, και εδωκεν αυτω χάριν και σοφίαν εναντίον Φαραω βασιλέως Αιγύπτου, και κατέστησεν αυτον ηγούμενον επ Αιγυπτον και εφ ολον τον οικον αυτου.
11 ηλθεν δε λιμος εφ ολην την Αιγυπτον και Χανάαν και θλιψις μεγάλη, και ουχ ηυρισκον χορτάσματα οι πατέρες ημων.
12 ακούσας δε Ιακωβ οντα σιτία εις Αιγυπτον εξαπέστειλεν τους πατέρας ημων πρωτον.
13 και εν τω δευτέρω ανεγνωρίσθη Ιωσηφ τοις αδελφοις αυτου, και φανερον εγένετο τω Φαραω το γένος του Ιωσήφ.
14 αποστείλας δε Ιωσηφ μετεκαλέσατο Ιακωβ τον πατέρα αυτου και πασαν την συγγένειαν εν ψυχαις εβδομήκοντα πέντε,
15 και κατέβη Ιακωβ εις Αιγυπτον. και ετελεύτησεν αυτος και οι πατέρες ημων,
16 και μετετέθησαν εις Συχεμ και ετέθησαν εν τω μνήματι ω ωνήσατο Αβρααμ τιμης αργυρίου παρα των υιων Εμμωρ εν Συχέμ.
17 Καθως δε ηγγιζεν ο χρόνος της επαγγελίας ης ωμολόγησεν ο θεος τω Αβραάμ, ηυξησεν ο λαος και επληθύνθη εν Αιγύπτω,
18 αχρι ου ανέστη βασιλευς ετερος επ Αιγυπτον ος ουκ ηδει τον Ιωσήφ.
19 ουτος κατασοφισάμενος το γένος ημων εκάκωσεν τους πατέρας ημων του ποιειν τα βρέφη εκθετα αυτων εις το μη ζωογονεισθαι.
20 εν ω καιρω εγεννήθη Μωϋσης, και ην αστειος τω θεω. ος ανετράφη μηνας τρεις εν τω οικω του πατρός.
21 εκτεθέντος δε αυτου ανείλατο αυτον η θυγάτηρ Φαραω και ανεθρέψατο αυτον εαυτη εις υιόν.
22 και επαιδεύθη Μωϋσης εν πάση σοφία Αιγυπτίων, ην δε δυνατος εν λόγοις και εργοις αυτου.
23 Ως δε επληρουτο αυτω τεσσερακονταετης χρόνος, ανέβη επι την καρδίαν αυτου επισκέψασθαι τους αδελφους αυτου τους υιους Ισραήλ.
24 και ιδών τινα αδικούμενον ημύνατο και εποίησεν εκδίκησιν τω καταπονουμένω πατάξας τον Αιγύπτιον.
25 ενόμιζεν δε συνιέναι τους αδελφους αυτου οτι ο θεος δια χειρος αυτου δίδωσιν σωτηρίαν αυτοις, οι δε ου συνηκαν.
26 τη τε επιούση ημέρα ωφθη αυτοις μαχομένοις και συνήλλασσεν αυτους εις ειρήνην ειπών, Ανδρες, αδελφοί εστε. ινατί αδικειτε αλλήλους;
27 ο δε αδικων τον πλησίον απώσατο αυτον ειπών, Τίς σε κατέστησεν αρχοντα και δικαστην εφ ημων;
28 μη ανελειν με συ θέλεις ον τρόπον ανειλες εχθες τον Αιγύπτιον;
29 εφυγεν δε Μωϋσης εν τω λόγω τούτω, και εγένετο πάροικος εν γη Μαδιάμ, ου εγέννησεν υιους δύο.
30 Και πληρωθέντων ετων τεσσεράκοντα ωφθη αυτω εν τη ερήμω του ορους Σινα αγγελος εν φλογι πυρος βάτου.
31 ο δε Μωϋσης ιδων εθαύμαζεν το οραμα. προσερχομένου δε αυτου κατανοησαι εγένετο φωνη κυρίου,
32 Εγω ο θεος των πατέρων σου, ο θεος Αβρααμ και Ισαακ και Ιακώβ. εντρομος δε γενόμενος Μωϋσης ουκ ετόλμα κατανοησαι.
33 ειπεν δε αυτω ο κύριος, Λυσον το υπόδημα των ποδων σου, ο γαρ τόπος εφ ω εστηκας γη αγία εστίν.
34 ιδων ειδον την κάκωσιν του λαου μου του εν Αιγύπτω, και του στεναγμου αυτων ηκουσα, και κατέβην εξελέσθαι αυτούς. και νυν δευρο αποστείλω σε εις Αιγυπτον.
35 Τουτον τον Μωϋσην, ον ηρνήσαντο ειπόντες, Τίς σε κατέστησεν αρχοντα και δικαστήν; τουτον ο θεος και αρχοντα και λυτρωτην απέσταλκεν συν χειρι αγγέλου του οφθέντος αυτω εν τη βάτω.
36 ουτος εξήγαγεν αυτους ποιήσας τέρατα και σημεια εν γη Αιγύπτω και εν Ερυθρα Θαλάσση και εν τη ερήμω ετη τεσσεράκοντα.
37 ουτός εστιν ο Μωϋσης ο ειπας τοις υιοις Ισραήλ, Προφήτην υμιν αναστήσει ο θεος εκ των αδελφων υμων ως εμέ.
38 ουτός εστιν ο γενόμενος εν τη εκκλησία εν τη ερήμω μετα του αγγέλου του λαλουντος αυτω εν τω ορει Σινα και των πατέρων ημων, ος εδέξατο λόγια ζωντα δουναι ημιν,
39 ω ουκ ηθέλησαν υπήκοοι γενέσθαι οι πατέρες ημων αλλα απώσαντο και εστράφησαν εν ταις καρδίαις αυτων εις Αιγυπτον,
40 ειπόντες τω Ααρών, Ποίησον ημιν θεους οι προπορεύσονται ημων. ο γαρ Μωϋσης ουτος, ος εξήγαγεν ημας εκ γης Αιγύπτου, ουκ οιδαμεν τί εγένετο αυτω.
41 και εμοσχοποίησαν εν ταις ημέραις εκείναις και ανήγαγον θυσίαν τω ειδώλω, και ευφραίνοντο εν τοις εργοις των χειρων αυτων.
42 εστρεψεν δε ο θεος και παρέδωκεν αυτους λατρεύειν τη στρατια του ουρανου, καθως γέγραπται εν βίβλω των προφητων, Μη σφάγια και θυσίας προσηνέγκατέ μοι ετη τεσσεράκοντα εν τη ερήμω, οικος Ισραήλ;
43 και ανελάβετε την σκηνην του Μολοχ και το αστρον του θεου υμων Ραιφάν, τους τύπους ους εποιήσατε προσκυνειν αυτοις. και μετοικιω υμας επέκεινα Βαβυλωνος.
44 Η σκηνη του μαρτυρίου ην τοις πατράσιν ημων εν τη ερήμω, καθως διετάξατο ο λαλων τω Μωϋση ποιησαι αυτην κατα τον τύπον ον εωράκει,
45 ην και εισήγαγον διαδεξάμενοι οι πατέρες ημων μετα Ιησου εν τη κατασχέσει των εθνων ων εξωσεν ο θεος απο προσώπου των πατέρων ημων εως των ημερων Δαυίδ,
46 ος ευρεν χάριν ενώπιον του θεου και ητήσατο ευρειν σκήνωμα τω οικω Ιακώβ.
47 Σολομων δε οικοδόμησεν αυτω οικον.
48 αλλ ουχ ο υψιστος εν χειροποιήτοις κατοικει. καθως ο προφήτης λέγει,
49 Ο ουρανός μοι θρόνος, η δε γη υποπόδιον των ποδων μου. ποιον οικον οικοδομήσετέ μοι, λέγει κύριος, η τίς τόπος της καταπαύσεώς μου;
50 ουχι η χείρ μου εποίησεν ταυτα πάντα;
51 Σκληροτράχηλοι και απερίτμητοι καρδίαις και τοις ωσίν, υμεις αει τω πνεύματι τω αγίω αντιπίπτετε, ως οι πατέρες υμων και υμεις.
52 τίνα των προφητων ουκ εδίωξαν οι πατέρες υμων; και απέκτειναν τους προκαταγγείλαντας περι της ελεύσεως του δικαίου ου νυν υμεις προδόται και φονεις εγένεσθε,
53 οιτινες ελάβετε τον νόμον εις διαταγας αγγέλων, και ουκ εφυλάξατε.
54 Ακούοντες δε ταυτα διεπρίοντο ταις καρδίαις αυτων και εβρυχον τους οδόντας επ αυτόν.
55 υπάρχων δε πλήρης πνεύματος αγίου ατενίσας εις τον ουρανον ειδεν δόξαν θεου και Ιησουν εστωτα εκ δεξιων του θεου,
56 και ειπεν, Ιδου θεωρω τους ουρανους διηνοιγμένους και τον υιον του ανθρώπου εκ δεξιων εστωτα του θεου.
57 κράξαντες δε φωνη μεγάλη συνέσχον τα ωτα αυτων, και ωρμησαν ομοθυμαδον επ αυτόν,
58 και εκβαλόντες εξω της πόλεως ελιθοβόλουν. και οι μάρτυρες απέθεντο τα ιμάτια αυτων παρα τους πόδας νεανίου καλουμένου Σαύλου.
59 και ελιθοβόλουν τον Στέφανον επικαλούμενον και λέγοντα, Κύριε Ιησου, δέξαι το πνευμά μου.
60 θεις δε τα γόνατα εκραξεν φωνη μεγάλη, Κύριε, μη στήσης αυτοις ταύτην την αμαρτίαν. και τουτο ειπων εκοιμήθη.

 

8ο Κεφάλαιο

 

1 Σαυλος δε ην συνευδοκων τη αναιρέσει αυτου. Εγένετο δε εν εκείνη τη ημέρα διωγμος μέγας επι την εκκλησίαν την εν Ιεροσολύμοις. πάντες δε διεσπάρησαν κατα τας χώρας της Ιουδαίας και Σαμαρείας πλην των αποστόλων.
2 συνεκόμισαν δε τον Στέφανον ανδρες ευλαβεις και εποίησαν κοπετον μέγαν επ αυτω.
3 Σαυλος δε ελυμαίνετο την εκκλησίαν κατα τους οικους εισπορευόμενος, σύρων τε ανδρας και γυναικας παρεδίδου εις φυλακήν.
4 Οι μεν ουν διασπαρέντες διηλθον ευαγγελιζόμενοι τον λόγον.
5 Φίλιππος δε κατελθων εις την πόλιν της Σαμαρείας εκήρυσσεν αυτοις τον Χριστόν.
6 προσειχον δε οι οχλοι τοις λεγομένοις υπο του Φιλίππου ομοθυμαδον εν τω ακούειν αυτους και βλέπειν τα σημεια α εποίει.
7 πολλοι γαρ των εχόντων πνεύματα ακάθαρτα βοωντα φωνη μεγάλη εξήρχοντο, πολλοι δε παραλελυμένοι και χωλοι εθεραπεύθησαν.
8 εγένετο δε πολλη χαρα εν τη πόλει εκείνη.
9 Ανηρ δέ τις ονόματι Σίμων προϊπηρχεν εν τη πόλει μαγεύων και εξιστάνων το εθνος της Σαμαρείας, λέγων ειναί τινα εαυτον μέγαν,
10 ω προσειχον πάντες απο μικρου εως μεγάλου λέγοντες, Ουτός εστιν η δύναμις του θεου η καλουμένη Μεγάλη.
11 προσειχον δε αυτω δια το ικανω χρόνω ταις μαγείαις εξεστακέναι αυτούς.
12 οτε δε επίστευσαν τω Φιλίππω ευαγγελιζομένω περι της βασιλείας του θεου και του ονόματος Ιησου Χριστου, εβαπτίζοντο ανδρες τε και γυναικες.
13 ο δε Σίμων και αυτος επίστευσεν, και βαπτισθεις ην προσκαρτερων τω Φιλίππω, θεωρων τε σημεια και δυνάμεις μεγάλας γινομένας εξίστατο.
14 Ακούσαντες δε οι εν Ιεροσολύμοις απόστολοι οτι δέδεκται η Σαμάρεια τον λόγον του θεου απέστειλαν προς αυτους Πέτρον και Ιωάννην,
15 οιτινες καταβάντες προσηύξαντο περι αυτων οπως λάβωσιν πνευμα αγιον.
16 ουδέπω γαρ ην επ ουδενι αυτων επιπεπτωκός, μόνον δε βεβαπτισμένοι υπηρχον εις το ονομα του κυρίου Ιησου.
17 τότε επετίθεσαν τας χειρας επ αυτούς, και ελάμβανον πνευμα αγιον.
18 ιδων δε ο Σίμων οτι δια της επιθέσεως των χειρων των αποστόλων δίδοται το πνευμα, προσήνεγκεν αυτοις χρήματα
19 λέγων, Δότε καμοι την εξουσίαν ταύτην ινα ω εαν επιθω τας χειρας λαμβάνη πνευμα αγιον.
20 Πέτρος δε ειπεν προς αυτόν, Το αργύριόν σου συν σοι ειη εις απώλειαν, οτι την δωρεαν του θεου ενόμισας δια χρημάτων κτασθαι.
21 ουκ εστιν σοι μερις ουδε κληρος εν τω λόγω τούτω, η γαρ καρδία σου ουκ εστιν ευθεια εναντι του θεου.
22 μετανόησον ουν απο της κακίας σου ταύτης, και δεήθητι του κυρίου ει αρα αφεθήσεταί σοι η επίνοια της καρδίας σου.
23 εις γαρ χολην πικρίας και σύνδεσμον αδικίας ορω σε οντα.
24 αποκριθεις δε ο Σίμων ειπεν, Δεήθητε υμεις υπερ εμου προς τον κύριον οπως μηδεν επέλθη επ εμε ων ειρήκατε.
25 Οι μεν ουν διαμαρτυράμενοι και λαλήσαντες τον λόγον του κυρίου υπέστρεφον εις Ιεροσόλυμα, πολλάς τε κώμας των Σαμαριτων ευηγγελίζοντο.
26 Αγγελος δε κυρίου ελάλησεν προς Φίλιππον λέγων, Ανάστηθι και πορεύου κατα μεσημβρίαν επι την οδον την καταβαίνουσαν απο Ιερουσαλημ εις Γάζαν. αυτη εστιν ερημος.
27 και αναστας επορεύθη. και ιδου ανηρ Αιθίοψ ευνουχος δυνάστης Κανδάκης βασιλίσσης Αιθιόπων, ος ην επι πάσης της γάζης αυτης, ος εληλύθει προσκυνήσων εις Ιερουσαλήμ,
28 ην τε υποστρέφων και καθήμενος επι του αρματος αυτου και ανεγίνωσκεν τον προφήτην Ησαϊαν.
29 ειπεν δε το πνευμα τω Φιλίππω, Πρόσελθε και κολλήθητι τω αρματι τούτω.
30 προσδραμων δε ο Φίλιππος ηκουσεν αυτου αναγινώσκοντος Ησαϊαν τον προφήτην, και ειπεν, Αρά γε γινώσκεις α αναγινώσκεις;
31 ο δε ειπεν, Πως γαρ αν δυναίμην εαν μή τις οδηγήσει με; παρεκάλεσέν τε τον Φίλιππον αναβάντα καθίσαι συν αυτω.
32 η δε περιοχη της γραφης ην ανεγίνωσκεν ην αυτη. Ως πρόβατον επι σφαγην ηχθη, και ως αμνος εναντίον του κείραντος αυτον αφωνος, ουτως ουκ ανοίγει το στόμα αυτου.
33 Εν τη ταπεινώσει αυτου η κρίσις αυτου ηρθη. την γενεαν αυτου τίς διηγήσεται; οτι αιρεται απο της γης η ζωη αυτου.
34 Αποκριθεις δε ο ευνουχος τω Φιλίππω ειπεν, Δέομαί σου, περι τίνος ο προφήτης λέγει τουτο; περι εαυτου η περι ετέρου τινός;
35 ανοίξας δε ο Φίλιππος το στόμα αυτου και αρξάμενος απο της γραφης ταύτης ευηγγελίσατο αυτω τον Ιησουν.
36 ως δε επορεύοντο κατα την οδόν, ηλθον επί τι υδωρ, καί φησιν ο ευνουχος, Ιδου υδωρ. τί κωλύει με βαπτισθηναι;
37 και εκέλευσεν στηναι το αρμα, και κατέβησαν αμφότεροι εις το υδωρ ο τε Φίλιππος και ο ευνουχος, και εβάπτισεν αυτόν.
38 οτε δε ανέβησαν εκ του υδατος, πνευμα κυρίου ηρπασεν τον Φίλιππον, και ουκ ειδεν αυτον ουκέτι ο ευνουχος. επορεύετο γαρ την οδον αυτου χαίρων.
39 Φίλιππος δε ευρέθη εις Αζωτον, και διερχόμενος ευηγγελίζετο τας πόλεις πάσας εως του ελθειν αυτον εις Καισάρειαν.

 

9ο Κεφάλαιο

 

1 Ο δε Σαυλος, ετι εμπνέων απειλης και φόνου εις τους μαθητας του κυρίου, προσελθων τω αρχιερει
2 ητήσατο παρ αυτου επιστολας εις Δαμασκον προς τας συναγωγάς, οπως εάν τινας ευρη της οδου οντας, ανδρας τε και γυναικας, δεδεμένους αγάγη εις Ιερουσαλήμ.
3 εν δε τω πορεύεσθαι εγένετο αυτον εγγίζειν τη Δαμασκω, εξαίφνης τε αυτον περιήστραψεν φως εκ του ουρανου,
4 και πεσων επι την γην ηκουσεν φωνην λέγουσαν αυτω, Σαουλ Σαούλ, τί με διώκεις;
5 ειπεν δέ, Τίς ει, κύριε; ο δέ, Εγώ ειμι Ιησους ον συ διώκεις.
6 αλλα ανάστηθι και εισελθε εις την πόλιν, και λαληθήσεταί σοι ο τί σε δει ποιειν.
7 οι δε ανδρες οι συνοδεύοντες αυτω ειστήκεισαν ενεοί, ακούοντες μεν της φωνης μηδένα δε θεωρουντες.
8 ηγέρθη δε Σαυλος απο της γης, ανεωγμένων δε των οφθαλμων αυτου ουδεν εβλεπεν. χειραγωγουντες δε αυτον εισήγαγον εις Δαμασκόν.
9 και ην ημέρας τρεις μη βλέπων, και ουκ εφαγεν ουδε επιεν.
10 Ην δέ τις μαθητης εν Δαμασκω ονόματι Ανανίας, και ειπεν προς αυτον εν οράματι ο κύριος, Ανανία. ο δε ειπεν, Ιδου εγώ, κύριε.
11 ο δε κύριος προς αυτόν, Αναστας πορεύθητι επι την ρύμην την καλουμένην Ευθειαν και ζήτησον εν οικία Ιούδα Σαυλον ονόματι Ταρσέα. ιδου γαρ προσεύχεται,
12 και ειδεν ανδρα εν οράματι Ανανίαν ονόματι εισελθόντα και επιθέντα αυτω τας χειρας οπως αναβλέψη.
13 απεκρίθη δε Ανανίας, Κύριε, ηκουσα απο πολλων περι του ανδρος τούτου, οσα κακα τοις αγίοις σου εποίησεν εν Ιερουσαλήμ.
14 και ωδε εχει εξουσίαν παρα των αρχιερέων δησαι πάντας τους επικαλουμένους το ονομά σου.
15 ειπεν δε προς αυτον ο κύριος, Πορεύου, οτι σκευος εκλογης εστίν μοι ουτος του βαστάσαι το ονομά μου ενώπιον εθνων τε και βασιλέων υιων τε Ισραήλ.
16 εγω γαρ υποδείξω αυτω οσα δει αυτον υπερ του ονόματός μου παθειν.
17 Απηλθεν δε Ανανίας και εισηλθεν εις την οικίαν, και επιθεις επ αυτον τας χειρας ειπεν, Σαουλ αδελφέ, ο κύριος απέσταλκέν με, Ιησους ο οφθείς σοι εν τη οδω η ηρχου, οπως αναβλέψης και πλησθης πνεύματος αγίου.
18 και ευθέως απέπεσαν αυτου απο των οφθαλμων ως λεπίδες, ανέβλεψέν τε, και αναστας εβαπτίσθη,
19 και λαβων τροφην ενίσχυσεν. Εγένετο δε μετα των εν Δαμασκω μαθητων ημέρας τινάς,
20 και ευθέως εν ταις συναγωγαις εκήρυσσεν τον Ιησουν οτι ουτός εστιν ο υιος του θεου.
21 εξίσταντο δε πάντες οι ακούοντες και ελεγον, Ουχ ουτός εστιν ο πορθήσας εις Ιερουσαλημ τους επικαλουμένους το ονομα τουτο, και ωδε εις τουτο εληλύθει ινα δεδεμένους αυτους αγάγη επι τους αρχιερεις;
22 Σαυλος δε μαλλον ενεδυναμουτο και συνέχυννεν τους Ιουδαίους τους κατοικουντας εν Δαμασκω, συμβιβάζων οτι ουτός εστιν ο Χριστός.
23 Ως δε επληρουντο ημέραι ικαναί, συνεβουλεύσαντο οι Ιουδαιοι ανελειν αυτόν.
24 εγνώσθη δε τω Σαύλω η επιβουλη αυτων. παρετηρουντο δε και τας πύλας ημέρας τε και νυκτος οπως αυτον ανέλωσιν.
25 λαβόντες δε οι μαθηται αυτου νυκτος δια του τείχους καθηκαν αυτον χαλάσαντες εν σπυρίδι.
26 Παραγενόμενος δε εις Ιερουσαλημ επείραζεν κολλασθαι τοις μαθηταις. και πάντες εφοβουντο αυτόν, μη πιστεύοντες οτι εστιν μαθητής.
27 Βαρναβας δε επιλαβόμενος αυτον ηγαγεν προς τους αποστόλους, και διηγήσατο αυτοις πως εν τη οδω ειδεν τον κύριον και οτι ελάλησεν αυτω, και πως εν Δαμασκω επαρρησιάσατο εν τω ονόματι του Ιησου.
28 και ην μετ αυτων εισπορευόμενος και εκπορευόμενος εις Ιερουσαλήμ, παρρησιαζόμενος εν τω ονόματι του κυρίου,
29 ελάλει τε και συνεζήτει προς τους Ελληνιστάς. οι δε επεχείρουν ανελειν αυτόν.
30 επιγνόντες δε οι αδελφοι κατήγαγον αυτον εις Καισάρειαν και εξαπέστειλαν αυτον εις Ταρσόν.
31 Η μεν ουν εκκλησία καθ ολης της Ιουδαίας και Γαλιλαίας και Σαμαρείας ειχεν ειρήνην, οικοδομουμένη και πορευομένη τω φόβω του κυρίου, και τη παρακλήσει του αγίου πνεύματος επληθύνετο.
32 Εγένετο δε Πέτρον διερχόμενον δια πάντων κατελθειν και προς τους αγίους τους κατοικουντας Λύδδα.
33 ευρεν δε εκει ανθρωπόν τινα ονόματι Αινέαν εξ ετων οκτω κατακείμενον επι κραβάττου, ος ην παραλελυμένος.
34 και ειπεν αυτω ο Πέτρος, Αινέα, ιαταί σε Ιησους Χριστός. ανάστηθι και στρωσον σεαυτω. και ευθέως ανέστη.
35 και ειδαν αυτον πάντες οι κατοικουντες Λύδδα και τον Σαρωνα, οιτινες επέστρεψαν επι τον κύριον.
36 Εν Ιόππη δέ τις ην μαθήτρια ονόματι Ταβιθά, η διερμηνευομένη λέγεται Δορκάς. αυτη ην πλήρης εργων αγαθων και ελεημοσυνων ων εποίει.
37 εγένετο δε εν ταις ημέραις εκείναις ασθενήσασαν αυτην αποθανειν. λούσαντες δε εθηκαν αυτην εν υπερώω.
38 εγγυς δε ουσης Λύδδας τη Ιόππη οι μαθηται ακούσαντες οτι Πέτρος εστιν εν αυτη απέστειλαν δύο ανδρας προς αυτον παρακαλουντες, Μη οκνήσης διελθειν εως ημων.
39 αναστας δε Πέτρος συνηλθεν αυτοις. ον παραγενόμενον ανήγαγον εις το υπερωον, και παρέστησαν αυτω πασαι αι χηραι κλαίουσαι και επιδεικνύμεναι χιτωνας και ιμάτια οσα εποίει μετ αυτων ουσα η Δορκάς.
40 εκβαλων δε εξω πάντας ο Πέτρος και θεις τα γόνατα προσηύξατο, και επιστρέψας προς το σωμα ειπεν, Ταβιθά, ανάστηθι. η δε ηνοιξεν τους οφθαλμους αυτης, και ιδουσα τον Πέτρον ανεκάθισεν.
41 δους δε αυτη χειρα ανέστησεν αυτήν, φωνήσας δε τους αγίους και τας χήρας παρέστησεν αυτην ζωσαν.
42 γνωστον δε εγένετο καθ ολης της Ιόππης, και επίστευσαν πολλοι επι τον κύριον.
43 Εγένετο δε ημέρας ικανας μειναι εν Ιόππη παρά τινι Σίμωνι βυρσει.

 

10ο Κεφάλαιο

 

1 Ανηρ δέ τις εν Καισαρεία ονόματι Κορνήλιος, εκατοντάρχης εκ σπείρης της καλουμένης Ιταλικης,
2 ευσεβης και φοβούμενος τον θεον συν παντι τω οικω αυτου, ποιων ελεημοσύνας πολλας τω λαω και δεόμενος του θεου δια παντός,
3 ειδεν εν οράματι φανερως ωσει περι ωραν ενάτην της ημέρας αγγελον του θεου εισελθόντα προς αυτον και ειπόντα αυτω, Κορνήλιε.
4 ο δε ατενίσας αυτω και εμφοβος γενόμενος ειπεν, Τί εστιν, κύριε; ειπεν δε αυτω, Αι προσευχαί σου και αι ελεημοσύναι σου ανέβησαν εις μνημόσυνον εμπροσθεν του θεου.
5 και νυν πέμψον ανδρας εις Ιόππην και μετάπεμψαι Σίμωνά τινα ος επικαλειται Πέτρος.
6 ουτος ξενίζεται παρά τινι Σίμωνι βυρσει, ω εστιν οικία παρα θάλασσαν.
7 ως δε απηλθεν ο αγγελος ο λαλων αυτω, φωνήσας δύο των οικετων και στρατιώτην ευσεβη των προσκαρτερούντων αυτω,
8 και εξηγησάμενος απαντα αυτοις απέστειλεν αυτους εις την Ιόππην.
9 Τη δε επαύριον οδοιπορούντων εκείνων και τη πόλει εγγιζόντων ανέβη Πέτρος επι το δωμα προσεύξασθαι περι ωραν εκτην.
10 εγένετο δε πρόσπεινος και ηθελεν γεύσασθαι. παρασκευαζόντων δε αυτων εγένετο επ αυτον εκστασις,
11 και θεωρει τον ουρανον ανεωγμένον και καταβαινον σκευός τι ως οθόνην μεγάλην τέσσαρσιν αρχαις καθιέμενον επι της γης,
12 εν ω υπηρχεν πάντα τα τετράποδα και ερπετα της γης και πετεινα του ουρανου.
13 και εγένετο φωνη προς αυτόν, Αναστάς, Πέτρε, θυσον και φάγε.
14 ο δε Πέτρος ειπεν, Μηδαμως, κύριε, οτι ουδέποτε εφαγον παν κοινον και ακάθαρτον.
15 και φωνη πάλιν εκ δευτέρου προς αυτόν, Α ο θεος εκαθάρισεν συ μη κοίνου.
16 τουτο δε εγένετο επι τρίς, και ευθυς ανελήμφθη το σκευος εις τον ουρανόν.
17 Ως δε εν εαυτω διηπόρει ο Πέτρος τί αν ειη το οραμα ο ειδεν, ιδου οι ανδρες οι απεσταλμένοι υπο του Κορνηλίου διερωτήσαντες την οικίαν του Σίμωνος επέστησαν επι τον πυλωνα,
18 και φωνήσαντες επυνθάνοντο ει Σίμων ο επικαλούμενος Πέτρος ενθάδε ξενίζεται.
19 του δε Πέτρου διενθυμουμένου περι του οράματος ειπεν αυτω το πνευμα, Ιδου ανδρες τρεις ζητουντές σε.
20 αλλα αναστας κατάβηθι και πορεύου συν αυτοις μηδεν διακρινόμενος, οτι εγω απέσταλκα αυτούς.
21 καταβας δε Πέτρος προς τους ανδρας ειπεν, Ιδου εγώ ειμι ον ζητειτε. τίς η αιτία δι ην πάρεστε;
22 οι δε ειπαν, Κορνήλιος εκατοντάρχης, ανηρ δίκαιος και φοβούμενος τον θεον μαρτυρούμενός τε υπο ολου του εθνους των Ιουδαίων, εχρηματίσθη υπο αγγέλου αγίου μεταπέμψασθαί σε εις τον οικον αυτου και ακουσαι ρήματα παρα σου.
23 εισκαλεσάμενος ουν αυτους εξένισεν. Τη δε επαύριον αναστας εξηλθεν συν αυτοις, καί τινες των αδελφων των απο Ιόππης συνηλθον αυτω.
24 τη δε επαύριον εισηλθεν εις την Καισάρειαν. ο δε Κορνήλιος ην προσδοκων αυτούς, συγκαλεσάμενος τους συγγενεις αυτου και τους αναγκαίους φίλους.
25 ως δε εγένετο του εισελθειν τον Πέτρον, συναντήσας αυτω ο Κορνήλιος πεσων επι τους πόδας προσεκύνησεν.
26 ο δε Πέτρος ηγειρεν αυτον λέγων, Ανάστηθι. και εγω αυτος ανθρωπός ειμι.
27 και συνομιλων αυτω εισηλθεν, και ευρίσκει συνεληλυθότας πολλούς,
28 εφη τε προς αυτούς, Υμεις επίστασθε ως αθέμιτόν εστιν ανδρι Ιουδαίω κολλασθαι η προσέρχεσθαι αλλοφύλω. καμοι ο θεος εδειξεν μηδένα κοινον η ακάθαρτον λέγειν ανθρωπον.
29 διο και αναντιρρήτως ηλθον μεταπεμφθείς. πυνθάνομαι ουν τίνι λόγω μετεπέμψασθέ με;
30 και ο Κορνήλιος εφη, Απο τετάρτης ημέρας μέχρι ταύτης της ωρας ημην την ενάτην προσευχόμενος εν τω οικω μου, και ιδου ανηρ εστη ενώπιόν μου εν εσθητι λαμπρα
31 και φησίν, Κορνήλιε, εισηκούσθη σου η προσευχη και αι ελεημοσύναι σου εμνήσθησαν ενώπιον του θεου.
32 πέμψον ουν εις Ιόππην και μετακάλεσαι Σίμωνα ος επικαλειται Πέτρος. ουτος ξενίζεται εν οικία Σίμωνος βυρσέως παρα θάλασσαν.
33 εξαυτης ουν επεμψα προς σέ, σύ τε καλως εποίησας παραγενόμενος. νυν ουν πάντες ημεις ενώπιον του θεου πάρεσμεν ακουσαι πάντα τα προστεταγμένα σοι υπο του κυρίου.
34 Ανοίξας δε Πέτρος το στόμα ειπεν, Επ αληθείας καταλαμβάνομαι οτι ουκ εστιν προσωπολήμπτης ο θεός,
35 αλλ εν παντι εθνει ο φοβούμενος αυτον και εργαζόμενος δικαιοσύνην δεκτος αυτω εστιν.
36 τον λόγον ον απέστειλεν τοις υιοις Ισραηλ ευαγγελιζόμενος ειρήνην δια Ιησου Χριστου,υ ουτός εστιν πάντων κύριος,ς
37 υμεις οιδατε, το γενόμενον ρημα καθ ολης της Ιουδαίας, αρξάμενος απο της Γαλιλαίας μετα το βάπτισμα ο εκήρυξεν Ιωάννης,
38 Ιησουν τον απο Ναζαρέθ, ως εχρισεν αυτον ο θεος πνεύματι αγίω και δυνάμει, ος διηλθεν ευεργετων και ιώμενος πάντας τους καταδυναστευομένους υπο του διαβόλου, οτι ο θεος ην μετ αυτου.
39 και ημεις μάρτυρες πάντων ων εποίησεν εν τε τη χώρα των Ιουδαίων και εν Ιερουσαλήμ. ον και ανειλαν κρεμάσαντες επι ξύλου.
40 τουτον ο θεος ηγειρεν εν τη τρίτη ημέρα και εδωκεν αυτον εμφανη γενέσθαι,
41 ου παντι τω λαω αλλα μάρτυσιν τοις προκεχειροτονημένοις υπο του θεου, ημιν, οιτινες συνεφάγομεν και συνεπίομεν αυτω μετα το αναστηναι αυτον εκ νεκρων.
42 και παρήγγειλεν ημιν κηρύξαι τω λαω και διαμαρτύρασθαι οτι ουτός εστιν ο ωρισμένος υπο του θεου κριτης ζώντων και νεκρων.
43 τούτω πάντες οι προφηται μαρτυρουσιν, αφεσιν αμαρτιων λαβειν δια του ονόματος αυτου πάντα τον πιστεύοντα εις αυτόν.
44 Ετι λαλουντος του Πέτρου τα ρήματα ταυτα επέπεσεν το πνευμα το αγιον επι πάντας τους ακούοντας τον λόγον.
45 και εξέστησαν οι εκ περιτομης πιστοι οσοι συνηλθαν τω Πέτρω, οτι και επι τα εθνη η δωρεα του αγίου πνεύματος εκκέχυται.
46 ηκουον γαρ αυτων λαλούντων γλώσσαις και μεγαλυνόντων τον θεόν. τότε απεκρίθη Πέτρος,
47 Μήτι το υδωρ δύναται κωλυσαί τις του μη βαπτισθηναι τούτους οιτινες το πνευμα το αγιον ελαβον ως και ημεις;
48 προσέταξεν δε αυτους εν τω ονόματι Ιησου Χριστου βαπτισθηναι. τότε ηρώτησαν αυτον επιμειναι ημέρας τινάς.

 

11ο Κεφάλαιο

 

1 Ηκουσαν δε οι απόστολοι και οι αδελφοι οι οντες κατα την Ιουδαίαν οτι και τα εθνη εδέξαντο τον λόγον του θεου.
2 οτε δε ανέβη Πέτρος εις Ιερουσαλήμ, διεκρίνοντο προς αυτον οι εκ περιτομης
3 λέγοντες οτι Εισηλθες προς ανδρας ακροβυστίαν εχοντας και συνέφαγες αυτοις.
4 αρξάμενος δε Πέτρος εξετίθετο αυτοις καθεξης λέγων,
5 Εγω ημην εν πόλει Ιόππη προσευχόμενος και ειδον εν εκστάσει οραμα, καταβαινον σκευός τι ως οθόνην μεγάλην τέσσαρσιν αρχαις καθιεμένην εκ του ουρανου, και ηλθεν αχρι εμου.
6 εις ην ατενίσας κατενόουν και ειδον τα τετράποδα της γης και τα θηρία και τα ερπετα και τα πετεινα του ουρανου.
7 ηκουσα δε και φωνης λεγούσης μοι, Αναστάς, Πέτρε, θυσον και φάγε.
8 ειπον δέ, Μηδαμως, κύριε, οτι κοινον η ακάθαρτον ουδέποτε εισηλθεν εις το στόμα μου.
9 απεκρίθη δε φωνη εκ δευτέρου εκ του ουρανου, Α ο θεος εκαθάρισεν συ μη κοίνου.
10 τουτο δε εγένετο επι τρίς, και ανεσπάσθη πάλιν απαντα εις τον ουρανόν.
11 και ιδου εξαυτης τρεις ανδρες επέστησαν επι την οικίαν εν η ημεν, απεσταλμένοι απο Καισαρείας πρός με.
12 ειπεν δε το πνευμά μοι συνελθειν αυτοις μηδεν διακρίναντα. ηλθον δε συν εμοι και οι εξ αδελφοι ουτοι, και εισήλθομεν εις τον οικον του ανδρός.
13 απήγγειλεν δε ημιν πως ειδεν τον αγγελον εν τω οικω αυτου σταθέντα και ειπόντα, Απόστειλον εις Ιόππην και μετάπεμψαι Σίμωνα τον επικαλούμενον Πέτρον,
14 ος λαλήσει ρήματα προς σε εν οις σωθήση συ και πας ο οικός σου.
15 εν δε τω αρξασθαί με λαλειν επέπεσεν το πνευμα το αγιον επ αυτους ωσπερ και εφ ημας εν αρχη.
16 εμνήσθην δε του ρήματος του κυρίου ως ελεγεν, Ιωάννης μεν εβάπτισεν υδατι, υμεις δε βαπτισθήσεσθε εν πνεύματι αγίω.
17 ει ουν την ισην δωρεαν εδωκεν αυτοις ο θεος ως και ημιν πιστεύσασιν επι τον κύριον Ιησουν Χριστόν, εγω τίς ημην δυνατος κωλυσαι τον θεόν;
18 ακούσαντες δε ταυτα ησύχασαν και εδόξασαν τον θεον λέγοντες, Αρα και τοις εθνεσιν ο θεος την μετάνοιαν εις ζωην εδωκεν.
19 Οι μεν ουν διασπαρέντες απο της θλίψεως της γενομένης επι Στεφάνω διηλθον εως Φοινίκης και Κύπρου και Αντιοχείας, μηδενι λαλουντες τον λόγον ει μη μόνον Ιουδαίοις.
20 ησαν δέ τινες εξ αυτων ανδρες Κύπριοι και Κυρηναιοι, οιτινες ελθόντες εις Αντιόχειαν ελάλουν και προς τους Ελληνιστάς, ευαγγελιζόμενοι τον κύριον Ιησουν.
21 και ην χειρ κυρίου μετ αυτων, πολύς τε αριθμος ο πιστεύσας επέστρεψεν επι τον κύριον.
22 ηκούσθη δε ο λόγος εις τα ωτα της εκκλησίας της ουσης εν Ιερουσαλημ περι αυτων, και εξαπέστειλαν Βαρναβαν διελθειν εως Αντιοχείας.
23 ος παραγενόμενος και ιδων την χάριν την του θεου εχάρη και παρεκάλει πάντας τη προθέσει της καρδίας προσμένειν τω κυρίω,
24 οτι ην ανηρ αγαθος και πλήρης πνεύματος αγίου και πίστεως. και προσετέθη οχλος ικανος τω κυρίω.
25 εξηλθεν δε εις Ταρσον αναζητησαι Σαυλον,
26 και ευρων ηγαγεν εις Αντιόχειαν. εγένετο δε αυτοις και ενιαυτον ολον συναχθηναι εν τη εκκλησία και διδάξαι οχλον ικανόν, χρηματίσαι τε πρώτως εν Αντιοχεία τους μαθητας Χριστιανούς.
27 Εν ταύταις δε ταις ημέραις κατηλθον απο Ιεροσολύμων προφηται εις Αντιόχειαν.
28 αναστας δε εις εξ αυτων ονόματι Αγαβος εσήμανεν δια του πνεύματος λιμον μεγάλην μέλλειν εσεσθαι εφ ολην την οικουμένην. ητις εγένετο επι Κλαυδίου.
29 των δε μαθητων καθως ευπορειτό τις ωρισαν εκαστος αυτων εις διακονίαν πέμψαι τοις κατοικουσιν εν τη Ιουδαία αδελφοις.
30 ο και εποίησαν αποστείλαντες προς τους πρεσβυτέρους δια χειρος Βαρναβα και Σαύλου.

 

12ο Κεφάλαιο

 

1 Κατ εκεινον δε τον καιρον επέβαλεν Ηρώδης ο βασιλευς τας χειρας κακωσαί τινας των απο της εκκλησίας.
2 ανειλεν δε Ιάκωβον τον αδελφον Ιωάννου μαχαίρη.
3 ιδων δε οτι αρεστόν εστιν τοις Ιουδαίοις προσέθετο συλλαβειν και Πέτρον (ησαν δε αι ημέραι των αζύμων),
4 ον και πιάσας εθετο εις φυλακήν, παραδους τέσσαρσιν τετραδίοις στρατιωτων φυλάσσειν αυτόν, βουλόμενος μετα το πάσχα αναγαγειν αυτον τω λαω.
5 ο μεν ουν Πέτρος ετηρειτο εν τη φυλακη. προσευχη δε ην εκτενως γινομένη υπο της εκκλησίας προς τον θεον περι αυτου.
6 Οτε δε ημελλεν προαγαγειν αυτον ο Ηρώδης, τη νυκτι εκείνη ην ο Πέτρος κοιμώμενος μεταξυ δύο στρατιωτων δεδεμένος αλύσεσιν δυσίν, φύλακές τε προ της θύρας ετήρουν την φυλακήν.
7 και ιδου αγγελος κυρίου επέστη, και φως ελαμψεν εν τω οικήματι. πατάξας δε την πλευραν του Πέτρου ηγειρεν αυτον λέγων, Ανάστα εν τάχει. και εξέπεσαν αυτου αι αλύσεις εκ των χειρων.
8 ειπεν δε ο αγγελος προς αυτόν, Ζωσαι και υπόδησαι τα σανδάλιά σου. εποίησεν δε ουτως. και λέγει αυτω, Περιβαλου το ιμάτιόν σου και ακολούθει μοι.
9 και εξελθων ηκολούθει, και ουκ ηδει οτι αληθές εστιν το γινόμενον δια του αγγέλου, εδόκει δε οραμα βλέπειν.
10 διελθόντες δε πρώτην φυλακην και δευτέραν ηλθαν επι την πύλην την σιδηραν την φέρουσαν εις την πόλιν, ητις αυτομάτη ηνοίγη αυτοις, και εξελθόντες προηλθον ρύμην μίαν, και ευθέως απέστη ο αγγελος απ αυτου.
11 και ο Πέτρος εν εαυτω γενόμενος ειπεν, Νυν οιδα αληθως οτι εξαπέστειλεν ο κύριος τον αγγελον αυτου και εξείλατό με εκ χειρος Ηρώδου και πάσης της προσδοκίας του λαου των Ιουδαίων.
12 συνιδών τε ηλθεν επι την οικίαν της Μαρίας της μητρος Ιωάννου του επικαλουμένου Μάρκου, ου ησαν ικανοι συνηθροισμένοι και προσευχόμενοι.
13 κρούσαντος δε αυτου την θύραν του πυλωνος προσηλθεν παιδίσκη υπακουσαι ονόματι Ρόδη.
14 και επιγνουσα την φωνην του Πέτρου απο της χαρας ουκ ηνοιξεν τον πυλωνα, εισδραμουσα δε απήγγειλεν εστάναι τον Πέτρον προ του πυλωνος.
15 οι δε προς αυτην ειπαν, Μαίνη. η δε διϊσχυρίζετο ουτως εχειν. οι δε ελεγον, Ο αγγελός εστιν αυτου.
16 ο δε Πέτρος επέμενεν κρούων. ανοίξαντες δε ειδαν αυτον και εξέστησαν.
17 κατασείσας δε αυτοις τη χειρι σιγαν διηγήσατο αυτοις πως ο κύριος αυτον εξήγαγεν εκ της φυλακης, ειπέν τε, Απαγγείλατε Ιακώβω και τοις αδελφοις ταυτα. και εξελθων επορεύθη εις ετερον τόπον.
18 Γενομένης δε ημέρας ην τάραχος ουκ ολίγος εν τοις στρατιώταις, τί αρα ο Πέτρος εγένετο.
19 Ηρώδης δε επιζητήσας αυτον και μη ευρων ανακρίνας τους φύλακας εκέλευσεν απαχθηναι, και κατελθων απο της Ιουδαίας εις Καισάρειαν διέτριβεν.
20 Ην δε θυμομαχων Τυρίοις και Σιδωνίοις. ομοθυμαδον δε παρησαν προς αυτόν, και πείσαντες Βλάστον τον επι του κοιτωνος του βασιλέως ητουντο ειρήνην, δια το τρέφεσθαι αυτων την χώραν απο της βασιλικης.
21 τακτη δε ημέρα ο Ηρώδης ενδυσάμενος εσθητα βασιλικην και καθίσας επι του βήματος εδημηγόρει προς αυτούς.
22 ο δε δημος επεφώνει, Θεου φωνη και ουκ ανθρώπου.
23 παραχρημα δε επάταξεν αυτον αγγελος κυρίου ανθ ων ουκ εδωκεν την δόξαν τω θεω, και γενόμενος σκωληκόβρωτος εξέψυξεν.
24 Ο δε λόγος του θεου ηυξανεν και επληθύνετο.
25 Βαρναβας δε και Σαυλος υπέστρεψαν εις Ιερουσαλημ πληρώσαντες την διακονίαν, συμπαραλαβόντες Ιωάννην τον επικληθέντα Μαρκον.

 

13ο Κεφάλαιο

 

1 Ησαν δε εν Αντιοχεία κατα την ουσαν εκκλησίαν προφηται και διδάσκαλοι ο τε Βαρναβας και Συμεων ο καλούμενος Νίγερ, και Λούκιος ο Κυρηναιος, Μαναήν τε Ηρώδου του τετραάρχου σύντροφος και Σαυλος.
2 λειτουργούντων δε αυτων τω κυρίω και νηστευόντων ειπεν το πνευμα το αγιον, Αφορίσατε δή μοι τον Βαρναβαν και Σαυλον εις το εργον ο προσκέκλημαι αυτούς.
3 τότε νηστεύσαντες και προσευξάμενοι και επιθέντες τας χειρας αυτοις απέλυσαν.
4 Αυτοι μεν ουν εκπεμφθέντες υπο του αγίου πνεύματος κατηλθον εις Σελεύκειαν, εκειθέν τε απέπλευσαν εις Κύπρον,
5 και γενόμενοι εν Σαλαμινι κατήγγελλον τον λόγον του θεου εν ταις συναγωγαις των Ιουδαίων. ειχον δε και Ιωάννην υπηρέτην.
6 διελθόντες δε ολην την νησον αχρι Πάφου ευρον ανδρα τινα μάγον ψευδοπροφήτην Ιουδαιον ω ονομα Βαριησου,
7 ος ην συν τω ανθυπάτω Σεργίω Παύλω, ανδρι συνετω. ουτος προσκαλεσάμενος Βαρναβαν και Σαυλον επεζήτησεν ακουσαι τον λόγον του θεου.
8 ανθίστατο δε αυτοις Ελύμας ο μάγος, ουτως γαρ μεθερμηνεύεται το ονομα αυτου, ζητων διαστρέψαι τον ανθύπατον απο της πίστεως.
9 Σαυλος δέ, ο και Παυλος, πλησθεις πνεύματος αγίου ατενίσας εις αυτον
10 ειπεν, Ω πλήρης παντος δόλου και πάσης ραδιουργίας, υιε διαβόλου, εχθρε πάσης δικαιοσύνης, ου παύση διαστρέφων τας οδους του κυρίου τας ευθείας;
11 και νυν ιδου χειρ κυρίου επι σέ, και εση τυφλος μη βλέπων τον ηλιον αχρι καιρου. παραχρημά τε επεσεν επ αυτον αχλυς και σκότος, και περιάγων εζήτει χειραγωγούς.
12 τότε ιδων ο ανθύπατος το γεγονος επίστευσεν εκπλησσόμενος επι τη διδαχη του κυρίου.
13 Αναχθέντες δε απο της Πάφου οι περι Παυλον ηλθον εις Πέργην της Παμφυλίας. Ιωάννης δε αποχωρήσας απ αυτων υπέστρεψεν εις Ιεροσόλυμα.
14 αυτοι δε διελθόντες απο της Πέργης παρεγένοντο εις Αντιόχειαν την Πισιδίαν, και ειςελθόντες εις την συναγωγην τη ημέρα των σαββάτων εκάθισαν.
15 μετα δε την ανάγνωσιν του νόμου και των προφητων απέστειλαν οι αρχισυνάγωγοι προς αυτους λέγοντες, Ανδρες αδελφοί, ει τίς εστιν εν υμιν λόγος παρακλήσεως προς τον λαόν, λέγετε.
16 αναστας δε Παυλος και κατασείσας τη χειρι ειπεν. Ανδρες Ισραηλιται και οι φοβούμενοι τον θεόν, ακούσατε.
17 ο θεος του λαου τούτου Ισραηλ εξελέξατο τους πατέρας ημων, και τον λαον υψωσεν εν τη παροικία εν γη Αιγύπτου, και μετα βραχίονος υψηλου εξήγαγεν αυτους εξ αυτης,
18 και ως τεσσερακονταετη χρόνον ετροποφόρησεν αυτους εν τη ερήμω,
19 και καθελων εθνη επτα εν γη Χανάαν κατεκληρονόμησεν την γην αυτων
20 ως ετεσιν τετρακοσίοις και πεντήκοντα. και μετα ταυτα εδωκεν κριτας εως Σαμουηλ του προφήτου.
21 κακειθεν ητήσαντο βασιλέα, και εδωκεν αυτοις ο θεος τον Σαουλ υιον Κίς, ανδρα εκ φυλης Βενιαμίν, ετη τεσσεράκοντα.
22 και μεταστήσας αυτον ηγειρεν τον Δαυιδ αυτοις εις βασιλέα, ω και ειπεν μαρτυρήσας, Ευρον Δαυιδ τον του Ιεσσαί, ανδρα κατα την καρδίαν μου, ος ποιήσει πάντα τα θελήματά μου.
23 τούτου ο θεος απο του σπέρματος κατ επαγγελίαν ηγαγεν τω Ισραηλ σωτηρα Ιησουν,
24 προκηρύξαντος Ιωάννου προ προσώπου της εισόδου αυτου βάπτισμα μετανοίας παντι τω λαω Ισραήλ.
25 ως δε επλήρου Ιωάννης τον δρόμον, ελεγεν, Τί εμε υπονοειτε ειναι; ουκ ειμι εγώ. αλλ ιδου ερχεται μετ εμε ου ουκ ειμι αξιος το υπόδημα των ποδων λυσαι.
26 Ανδρες αδελφοί, υιοι γένους Αβρααμ και οι εν υμιν φοβούμενοι τον θεόν, ημιν ο λόγος της σωτηρίας ταύτης εξαπεστάλη.
27 οι γαρ κατοικουντες εν Ιερουσαλημ και οι αρχοντες αυτων τουτον αγνοήσαντες και τας φωνας των προφητων τας κατα παν σάββατον αναγινωσκομένας κρίναντες επλήρωσαν,
28 και μηδεμίαν αιτίαν θανάτου ευρόντες ητήσαντο Πιλατον αναιρεθηναι αυτόν.
29 ως δε ετέλεσαν πάντα τα περι αυτου γεγραμμένα, καθελόντες απο του ξύλου εθηκαν εις μνημειον.
30 ο δε θεος ηγειρεν αυτον εκ νεκρων.
31 ος ωφθη επι ημέρας πλείους τοις συναναβασιν αυτω απο της Γαλιλαίας εις Ιερουσαλήμ, οιτινες νυν εισιν μάρτυρες αυτου προς τον λαόν.
32 και ημεις υμας ευαγγελιζόμεθα την προς τους πατέρας επαγγελίαν γενομένην,
33 οτι ταύτην ο θεος εκπεπλήρωκεν τοις τέκνοις αυτων ημιν αναστήσας Ιησουν, ως και εν τω ψαλμω γέγραπται τω δευτέρω, Υιός μου ει σύ, εγω σήμερον γεγέννηκά σε.
34 οτι δε ανέστησεν αυτον εκ νεκρων μηκέτι μέλλοντα υποστρέφειν εις διαφθοράν, ουτως ειρηκεν οτι Δώσω υμιν τα οσια Δαυιδ τα πιστά.
35 διότι και εν ετέρω λέγει, Ου δώσεις τον οσιόν σου ιδειν διαφθοράν.
36 Δαυιδ μεν γαρ ιδία γενεα υπηρετήσας τη του θεου βουλη εκοιμήθη και προσετέθη προς τους πατέρας αυτου και ειδεν διαφθοράν,
37 ον δε ο θεος ηγειρεν ουκ ειδεν διαφθοράν.
38 γνωστον ουν εστω υμιν, ανδρες αδελφοί, οτι δια τούτου υμιν αφεσις αμαρτιων καταγγέλλεται, και απο πάντων ων ουκ ηδυνήθητε εν νόμω Μωϋσέως δικαιωθηναι
39 εν τούτω πας ο πιστεύων δικαιουται.
40 βλέπετε ουν μη επέλθη το ειρημένον εν τοις προφήταις,
41 Ιδετε, οι καταφρονηταί, και θαυμάσατε και αφανίσθητε, οτι εργον εργάζομαι εγω εν ταις ημέραις υμων, εργον ο ου μη πιστεύσητε εάν τις εκδιηγηται υμιν.
42 Εξιόντων δε αυτων παρεκάλουν εις το μεταξυ σάββατον λαληθηναι αυτοις τα ρήματα ταυτα.
43 λυθείσης δε της συναγωγης ηκολούθησαν πολλοι των Ιουδαίων και των σεβομένων προσηλύτων τω Παύλω και τω Βαρναβα, οιτινες προσλαλουντες αυτοις επειθον αυτους προσμένειν τη χάριτι του θεου.
44 Τω δε ερχομένω σαββάτω σχεδον πασα η πόλις συνήχθη ακουσαι τον λόγον του κυρίου.
45 ιδόντες δε οι Ιουδαιοι τους οχλους επλήσθησαν ζήλου και αντέλεγον τοις υπο Παύλου λαλουμένοις βλασφημουντες.
46 παρρησιασάμενοί τε ο Παυλος και ο Βαρναβας ειπαν, Υμιν ην αναγκαιον πρωτον λαληθηναι τον λόγον του θεου. επειδη απωθεισθε αυτον και ουκ αξίους κρίνετε εαυτους της αιωνίου ζωης, ιδου στρεφόμεθα εις τα εθνη.
47 ουτως γαρ εντέταλται ημιν ο κύριος, Τέθεικά σε εις φως εθνων του ειναί σε εις σωτηρίαν εως εσχάτου της γης.
48 ακούοντα δε τα εθνη εχαιρον και εδόξαζον τον λόγον του κυρίου, και επίστευσαν οσοι ησαν τεταγμένοι εις ζωην αιώνιον.
49 διεφέρετο δε ο λόγος του κυρίου δι ολης της χώρας.
50 οι δε Ιουδαιοι παρώτρυναν τας σεβομένας γυναικας τας ευσχήμονας και τους πρώτους της πόλεως και επήγειραν διωγμον επι τον Παυλον και Βαρναβαν, και εξέβαλον αυτους απο των ορίων αυτων.
51 οι δε εκτιναξάμενοι τον κονιορτον των ποδων επ αυτους ηλθον εις Ικόνιον,
52 οι τε μαθηται επληρουντο χαρας και πνεύματος αγίου.

 

14ο Κεφάλαιο

 

1 Εγένετο δε εν Ικονίω κατα το αυτο εισελθειν αυτους εις την συναγωγην των Ιουδαίων και λαλησαι ουτως ωστε πιστευσαι Ιουδαίων τε και Ελλήνων πολυ πληθος.
2 οι δε απειθήσαντες Ιουδαιοι επήγειραν και εκάκωσαν τας ψυχας των εθνων κατα των αδελφων.
3 ικανον μεν ουν χρόνον διέτριψαν παρρησιαζόμενοι επι τω κυρίω τω μαρτυρουντι επι τω λόγω της χάριτος αυτου, διδόντι σημεια και τέρατα γίνεσθαι δια των χειρων αυτων.
4 εσχίσθη δε το πληθος της πόλεως, και οι μεν ησαν συν τοις Ιουδαίοις οι δε συν τοις αποστόλοις.
5 ως δε εγένετο ορμη των εθνων τε και Ιουδαίων συν τοις αρχουσιν αυτων υβρίσαι και λιθοβολησαι αυτούς,
6 συνιδόντες κατέφυγον εις τας πόλεις της Λυκαονίας Λύστραν και Δέρβην και την περίχωρον,
7 κακει ευαγγελιζόμενοι ησαν.
8 Καί τις ανηρ αδύνατος εν Λύστροις τοις ποσιν εκάθητο, χωλος εκ κοιλίας μητρος αυτου, ος ουδέποτε περιεπάτησεν.
9 ουτος ηκουσεν του Παύλου λαλουντος. ος ατενίσας αυτω και ιδων οτι εχει πίστιν του σωθηναι
10 ειπεν μεγάλη φωνη, Ανάστηθι επι τους πόδας σου ορθός. και ηλατο και περιεπάτει.
11 οι τε οχλοι ιδόντες ο εποίησεν Παυλος επηραν την φωνην αυτων Λυκαονιστι λέγοντες, Οι θεοι ομοιωθέντες ανθρώποις κατέβησαν προς ημας.
12 εκάλουν τε τον Βαρναβαν Δία, τον δε Παυλον Ερμην, επειδη αυτος ην ο ηγούμενος του λόγου.
13 ο τε ιερευς του Διος του οντος προ της πόλεως ταύρους και στέμματα επι τους πυλωνας ενέγκας συν τοις οχλοις ηθελεν θύειν.
14 ακούσαντες δε οι απόστολοι Βαρναβας και Παυλος, διαρρήξαντες τα ιμάτια αυτων εξεπήδησαν εις τον οχλον, κράζοντες
15 και λέγοντες, Ανδρες, τί ταυτα ποιειτε; και ημεις ομοιοπαθεις εσμεν υμιν ανθρωποι, ευαγγελιζόμενοι υμας απο τούτων των ματαίων επιστρέφειν επι θεον ζωντα ος εποίησεν τον ουρανον και την γην και την θάλασσαν και πάντα τα εν αυτοις.
16 ος εν ταις παρωχημέναις γενεαις ειασεν πάντα τα εθνη πορεύεσθαι ταις οδοις αυτων.
17 καίτοι ουκ αμάρτυρον αυτον αφηκεν αγαθουργων, ουρανόθεν υμιν υετους διδους και καιρους καρποφόρους, εμπιπλων τροφης και ευφροσύνης τας καρδίας υμων.
18 και ταυτα λέγοντες μόλις κατέπαυσαν τους οχλους του μη θύειν αυτοις.
19 Επηλθαν δε απο Αντιοχείας και Ικονίου Ιουδαιοι, και πείσαντες τους οχλους και λιθάσαντες τον Παυλον εσυρον εξω της πόλεως, νομίζοντες αυτον τεθνηκέναι.
20 κυκλωσάντων δε των μαθητων αυτον αναστας εισηλθεν εις την πόλιν. και τη επαύριον εξηλθεν συν τω Βαρναβα εις Δέρβην.
21 Ευαγγελισάμενοί τε την πόλιν εκείνην και μαθητεύσαντες ικανους υπέστρεψαν εις την Λύστραν και εις Ικόνιον και εις Αντιόχειαν,
22 επιστηρίζοντες τας ψυχας των μαθητων, παρακαλουντες εμμένειν τη πίστει, και οτι δια πολλων θλίψεων δει ημας εισελθειν εις την βασιλείαν του θεου.
23 χειροτονήσαντες δε αυτοις κατ εκκλησίαν πρεσβυτέρους προσευξάμενοι μετα νηστειων παρέθεντο αυτους τω κυρίω εις ον πεπιστεύκεισαν.
24 και διελθόντες την Πισιδίαν ηλθον εις την Παμφυλίαν,
25 και λαλήσαντες εν Πέργη τον λόγον κατέβησαν εις Αττάλειαν.
26 κακειθεν απέπλευσαν εις Αντιόχειαν, οθεν ησαν παραδεδομένοι τη χάριτι του θεου εις το εργον ο επλήρωσαν.
27 παραγενόμενοι δε και συναγαγόντες την εκκλησίαν ανήγγελλον οσα εποίησεν ο θεος μετ αυτων και οτι ηνοιξεν τοις εθνεσιν θύραν πίστεως.
28 διέτριβον δε χρόνον ουκ ολίγον συν τοις μαθηταις.

 

15ο Κεφάλαιο

 

1 Καί τινες κατελθόντες απο της Ιουδαίας εδίδασκον τους αδελφους οτι Εαν μη περιτμηθητε τω εθει τω Μωϋσέως, ου δύνασθε σωθηναι.
2 γενομένης δε στάσεως και ζητήσεως ουκ ολίγης τω Παύλω και τω Βαρναβα προς αυτους εταξαν αναβαίνειν Παυλον και Βαρναβαν καί τινας αλλους εξ αυτων προς τους αποστόλους και πρεσβυτέρους εις Ιερουσαλημ περι του ζητήματος τούτου.
3 Οι μεν ουν προπεμφθέντες υπο της εκκλησίας διήρχοντο τήν τε Φοινίκην και Σαμάρειαν εκδιηγούμενοι την επιστροφην των εθνων, και εποίουν χαραν μεγάλην πασιν τοις αδελφοις.
4 παραγενόμενοι δε εις Ιερουσαλημ παρεδέχθησαν απο της εκκλησίας και των αποστόλων και των πρεσβυτέρων, ανήγγειλάν τε οσα ο θεος εποίησεν μετ αυτων.
5 εξανέστησαν δέ τινες των απο της αιρέσεως των Φαρισαίων πεπιστευκότες, λέγοντες οτι δει περιτέμνειν αυτους παραγγέλλειν τε τηρειν τον νόμον Μωϋσέως.
6 Συνήχθησάν τε οι απόστολοι και οι πρεσβύτεροι ιδειν περι του λόγου τούτου.
7 πολλης δε ζητήσεως γενομένης αναστας Πέτρος ειπεν προς αυτούς, Ανδρες αδελφοί, υμεις επίστασθε οτι αφ ημερων αρχαίων εν υμιν εξελέξατο ο θεος δια του στόματός μου ακουσαι τα εθνη τον λόγον του ευαγγελίου και πιστευσαι.
8 και ο καρδιογνώστης θεος εμαρτύρησεν αυτοις δους το πνευμα το αγιον καθως και ημιν,
9 και ουθεν διέκρινεν μεταξυ ημων τε και αυτων, τη πίστει καθαρίσας τας καρδίας αυτων.
10 νυν ουν τί πειράζετε τον θεόν, επιθειναι ζυγον επι τον τράχηλον των μαθητων ον ουτε οι πατέρες ημων ουτε ημεις ισχύσαμεν βαστάσαι;
11 αλλα δια της χάριτος του κυρίου Ιησου πιστεύομεν σωθηναι καθ ον τρόπον κακεινοι.
12 Εσίγησεν δε παν το πληθος, και ηκουον Βαρναβα και Παύλου εξηγουμένων οσα εποίησεν ο θεος σημεια και τέρατα εν τοις εθνεσιν δι αυτων.
13 Μετα δε το σιγησαι αυτους απεκρίθη Ιάκωβος λέγων, Ανδρες αδελφοί, ακούσατέ μου.
14 Συμεων εξηγήσατο καθως πρωτον ο θεος επεσκέψατο λαβειν εξ εθνων λαον τω ονόματι αυτου.
15 και τούτω συμφωνουσιν οι λόγοι των προφητων, καθως γέγραπται,
16 Μετα ταυτα αναστρέψω και ανοικοδομήσω την σκηνην Δαυιδ την πεπτωκυιαν, και τα κατεσκαμμένα αυτης ανοικοδομήσω και ανορθώσω αυτήν,
17 οπως αν εκζητήσωσιν οι κατάλοιποι των ανθρώπων τον κύριον, και πάντα τα εθνη εφ ους επικέκληται το ονομά μου επ αυτούς, λέγει κύριος ποιων ταυτα
18 γνωστα απ αιωνος.
19 διο εγω κρίνω μη παρενοχλειν τοις απο των εθνων επιστρέφουσιν επι τον θεόν,
20 αλλα επιστειλαι αυτοις του απέχεσθαι των αλισγημάτων των ειδώλων και της πορνείας και του πνικτου και του αιματος.
21 Μωϋσης γαρ εκ γενεων αρχαίων κατα πόλιν τους κηρύσσοντας αυτον εχει εν ταις συναγωγαις κατα παν σάββατον αναγινωσκόμενος.
22 Τότε εδοξε τοις αποστόλοις και τοις πρεσβυτέροις συν ολη τη εκκλησία εκλεξαμένους ανδρας εξ αυτων πέμψαι εις Αντιόχειαν συν τω Παύλω και Βαρναβα, Ιούδαν τον καλούμενον Βαρσαββαν και Σιλαν, ανδρας ηγουμένους εν τοις αδελφοις,
23 γράψαντες δια χειρος αυτων, Οι απόστολοι και οι πρεσβύτεροι αδελφοι τοις κατα την Αντιόχειαν και Συρίαν και Κιλικίαν αδελφοις τοις εξ εθνων χαίρειν.
24 Επειδη ηκούσαμεν οτι τινες εξ ημων εξελθόντες ετάραξαν υμας λόγοις ανασκευάζοντες τας ψυχας υμων, οις ου διεστειλάμεθα,
25 εδοξεν ημιν γενομένοις ομοθυμαδον εκλεξαμένοις ανδρας πέμψαι προς υμας συν τοις αγαπητοις ημων Βαρναβα και Παύλω,
26 ανθρώποις παραδεδωκόσι τας ψυχας αυτων υπερ του ονόματος του κυρίου ημων Ιησου Χριστου.
27 απεστάλκαμεν ουν Ιούδαν και Σιλαν, και αυτους δια λόγου απαγγέλλοντας τα αυτά.
28 εδοξεν γαρ τω πνεύματι τω αγίω και ημιν μηδεν πλέον επιτίθεσθαι υμιν βάρος πλην τούτων των επάναγκες,
29 απέχεσθαι ειδωλοθύτων και αιματος και πνικτων και πορνείας. εξ ων διατηρουντες εαυτους ευ πράξετε. Ερρωσθε.
30 Οι μεν ουν απολυθέντες κατηλθον εις Αντιόχειαν, και συναγαγόντες το πληθος επέδωκαν την επιστολήν.
31 αναγνόντες δε εχάρησαν επι τη παρακλήσει.
32 Ιούδας τε και Σιλας, και αυτοι προφηται οντες, δια λόγου πολλου παρεκάλεσαν τους αδελφους και επεστήριξαν.
33 ποιήσαντες δε χρόνον απελύθησαν μετ ειρήνης απο των αδελφων προς τους αποστείλαντας αυτούς.
34 Παυλος δε και Βαρναβας διέτριβον εν Αντιοχεία διδάσκοντες και ευαγγελιζόμενοι μετα και ετέρων πολλων τον λόγον του κυρίου.
35 Μετα δέ τινας ημέρας ειπεν προς Βαρναβαν Παυλος, Επιστρέψαντες δη επισκεψώμεθα τους αδελφους κατα πόλιν πασαν εν αις κατηγγείλαμεν τον λόγον του κυρίου, πως εχουσιν.
36 Βαρναβας δε εβούλετο συμπαραλαβειν και τον Ιωάννην τον καλούμενον Μαρκον.
37 Παυλος δε ηξίου τον αποστάντα απ αυτων απο Παμφυλίας και μη συνελθόντα αυτοις εις το εργον μη συμπαραλαμβάνειν τουτον.
38 εγένετο δε παροξυσμος ωστε αποχωρισθηναι αυτους απ αλλήλων, τόν τε Βαρναβαν παραλαβόντα τον Μαρκον εκπλευσαι εις Κύπρον.
39 Παυλος δε επιλεξάμενος Σιλαν εξηλθεν παραδοθεις τη χάριτι του κυρίου υπο των αδελφων,
40 διήρχετο δε την Συρίαν και την Κιλικίαν επιστηρίζων τας εκκλησίας.

 

16ο Κεφάλαιο

 

1 Κατήντησεν δε και εις Δέρβην και εις Λύστραν. και ιδου μαθητής τις ην εκει ονόματι Τιμόθεος, υιος γυναικος Ιουδαίας πιστης πατρος δε Ελληνος,
2 ος εμαρτυρειτο υπο των εν Λύστροις και Ικονίω αδελφων.
3 τουτον ηθέλησεν ο Παυλος συν αυτω εξελθειν, και λαβων περιέτεμεν αυτον δια τους Ιουδαίους τους οντας εν τοις τόποις εκείνοις, ηδεισαν γαρ απαντες οτι Ελλην ο πατηρ αυτου υπηρχεν.
4 ως δε διεπορεύοντο τας πόλεις, παρεδίδοσαν αυτοις φυλάσσειν τα δόγματα τα κεκριμένα υπο των αποστόλων και πρεσβυτέρων των εν Ιεροσολύμοις.
5 αι μεν ουν εκκλησίαι εστερεουντο τη πίστει και επερίσσευον τω αριθμω καθ ημέραν.
6 Διηλθον δε την Φρυγίαν και Γαλατικην χώραν, κωλυθέντες υπο του αγίου πνεύματος λαλησαι τον λόγον εν τη Ασία.
7 ελθόντες δε κατα την Μυσίαν επείραζον εις την Βιθυνίαν πορευθηναι, και ουκ ειασεν αυτους το πνευμα Ιησου.
8 παρελθόντες δε την Μυσίαν κατέβησαν εις Τρωάδα.
9 και οραμα δια της νυκτος τω Παύλω ωφθη, ανηρ Μακεδών τις ην εστως και παρακαλων αυτον και λέγων, Διαβας εις Μακεδονίαν βοήθησον ημιν.
10 ως δε το οραμα ειδεν, ευθέως εζητήσαμεν εξελθειν εις Μακεδονίαν, συμβιβάζοντες οτι προσκέκληται ημας ο θεος ευαγγελίσασθαι αυτούς.
11 Αναχθέντες δε απο Τρωάδος ευθυδρομήσαμεν εις Σαμοθράκην, τη δε επιούση εις Νέαν Πόλιν,
12 κακειθεν εις Φιλίππους, ητις εστιν πρώτης μερίδος της Μακεδονίας πόλις, κολωνία. ημεν δε εν ταύτη τη πόλει διατρίβοντες ημέρας τινάς.
13 τη τε ημέρα των σαββάτων εξήλθομεν εξω της πύλης παρα ποταμον ου ενομίζομεν προσευχην ειναι, και καθίσαντες ελαλουμεν ταις συνελθούσαις γυναιξίν.
14 καί τις γυνη ονόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τον θεόν, ηκουεν, ης ο κύριος διήνοιξεν την καρδίαν προσέχειν τοις λαλουμένοις υπο του Παύλου.
15 ως δε εβαπτίσθη και ο οικος αυτης, παρεκάλεσεν λέγουσα, Ει κεκρίκατέ με πιστην τω κυρίω ειναι, εισελθόντες εις τον οικόν μου μένετε. και παρεβιάσατο ημας.
16 Εγένετο δε πορευομένων ημων εις την προσευχην παιδίσκην τινα εχουσαν πνευμα πύθωνα υπαντησαι ημιν, ητις εργασίαν πολλην παρειχεν τοις κυρίοις αυτης μαντευομένη.
17 αυτη κατακολουθουσα τω Παύλω και ημιν εκραζεν λέγουσα, Ουτοι οι ανθρωποι δουλοι του θεου του υψίστου εισίν, οιτινες καταγγέλλουσιν υμιν οδον σωτηρίας.
18 τουτο δε εποίει επι πολλας ημέρας. διαπονηθεις δε Παυλος και επιστρέψας τω πνεύματι ειπεν, Παραγγέλλω σοι εν ονόματι Ιησου Χριστου εξελθειν απ αυτης. και εξηλθεν αυτη τη ωρα.
19 ιδόντες δε οι κύριοι αυτης οτι εξηλθεν η ελπις της εργασίας αυτων επιλαβόμενοι τον Παυλον και τον Σιλαν ειλκυσαν εις την αγοραν επι τους αρχοντας,
20 και προσαγαγόντες αυτους τοις στρατηγοις ειπαν, Ουτοι οι ανθρωποι εκταράσσουσιν ημων την πόλιν Ιουδαιοι υπάρχοντες,
21 και καταγγέλλουσιν εθη α ουκ εξεστιν ημιν παραδέχεσθαι ουδε ποιειν Ρωμαίοις ουσιν.
22 και συνεπέστη ο οχλος κατ αυτων, και οι στρατηγοι περιρήξαντες αυτων τα ιμάτια εκέλευον ραβδίζειν,
23 πολλάς τε επιθέντες αυτοις πληγας εβαλον εις φυλακήν, παραγγείλαντες τω δεσμοφύλακι ασφαλως τηρειν αυτούς.
24 ος παραγγελίαν τοιαύτην λαβων εβαλεν αυτους εις την εσωτέραν φυλακην και τους πόδας ησφαλίσατο αυτων εις το ξύλον.
25 Κατα δε το μεσονύκτιον Παυλος και Σιλας προσευχόμενοι υμνουν τον θεόν, επηκροωντο δε αυτων οι δέσμιοι.
26 αφνω δε σεισμος εγένετο μέγας ωστε σαλευθηναι τα θεμέλια του δεσμωτηρίου, ηνεώχθησαν δε παραχρημα αι θύραι πασαι, και πάντων τα δεσμα ανέθη.
27 εξυπνος δε γενόμενος ο δεσμοφύλαξ και ιδων ανεωγμένας τας θύρας της φυλακης, σπασάμενος την μάχαιραν ημελλεν εαυτον αναιρειν, νομίζων εκπεφευγέναι τους δεσμίους.
28 εφώνησεν δε μεγάλη φωνη ο Παυλος λέγων, Μηδεν πράξης σεαυτω κακόν, απαντες γάρ εσμεν ενθάδε.
29 αιτήσας δε φωτα εισεπήδησεν, και εντρομος γενόμενος προσέπεσεν τω Παύλω και τω Σιλα,
30 και προαγαγων αυτους εξω εφη, Κύριοι, τί με δει ποιειν ινα σωθω;
31 οι δε ειπαν, Πίστευσον επι τον κύριον Ιησουν, και σωθήση συ και ο οικός σου.
32 και ελάλησαν αυτω τον λόγον του κυρίου συν πασιν τοις εν τη οικία αυτου.
33 και παραλαβων αυτους εν εκείνη τη ωρα της νυκτος ελουσεν απο των πληγων, και εβαπτίσθη αυτος και οι αυτου πάντες παραχρημα,
34 αναγαγών τε αυτους εις τον οικον παρέθηκεν τράπεζαν, και ηγαλλιάσατο πανοικει πεπιστευκως τω θεω.
35 Ημέρας δε γενομένης απέστειλαν οι στρατηγοι τους ραβδούχους λέγοντες, Απόλυσον τους ανθρώπους εκείνους.
36 απήγγειλεν δε ο δεσμοφύλαξ τους λόγους τούτους προς τον Παυλον, οτι Απέσταλκαν οι στρατηγοι ινα απολυθητε. νυν ουν εξελθόντες πορεύεσθε εν ειρήνη.
37 ο δε Παυλος εφη προς αυτούς, Δείραντες ημας δημοσία ακατακρίτους, ανθρώπους Ρωμαίους υπάρχοντας, εβαλαν εις φυλακήν. και νυν λάθρα ημας εκβάλλουσιν; ου γάρ, αλλα ελθόντες αυτοι ημας εξαγαγέτωσαν.
38 απήγγειλαν δε τοις στρατηγοις οι ραβδουχοι τα ρήματα ταυτα. εφοβήθησαν δε ακούσαντες οτι Ρωμαιοί εισιν,
39 και ελθόντες παρεκάλεσαν αυτούς, και εξαγαγόντες ηρώτων απελθειν απο της πόλεως.
40 εξελθόντες δε απο της φυλακης εισηλθον προς την Λυδίαν, και ιδόντες παρεκάλεσαν τους αδελφους και εξηλθαν.

 

17ο Κεφάλαιο

 

1 Διοδεύσαντες δε την Αμφίπολιν και την Απολλωνίαν ηλθον εις Θεσσαλονίκην, οπου ην συναγωγη των Ιουδαίων.
2 κατα δε το ειωθος τω Παύλω εισηλθεν προς αυτους και επι σάββατα τρία διελέξατο αυτοις απο των γραφων,
3 διανοίγων και παρατιθέμενος οτι τον Χριστον εδει παθειν και αναστηναι εκ νεκρων, και οτι ουτός εστιν ο Χριστός, ο Ιησους, ον εγω καταγγέλλω υμιν.
4 καί τινες εξ αυτων επείσθησαν και προσεκληρώθησαν τω Παύλω και τω Σιλα, των τε σεβομένων Ελλήνων πληθος πολυ γυναικων τε των πρώτων ουκ ολίγαι.
5 Ζηλώσαντες δε οι Ιουδαιοι και προσλαβόμενοι των αγοραίων ανδρας τινας πονηρους και οχλοποιήσαντες εθορύβουν την πόλιν, και επιστάντες τη οικία Ιάσονος εζήτουν αυτους προαγαγειν εις τον δημον.
6 μη ευρόντες δε αυτους εσυρον Ιάσονα καί τινας αδελφους επι τους πολιτάρχας, βοωντες οτι Οι την οικουμένην αναστατώσαντες ουτοι και ενθάδε πάρεισιν,
7 ους υποδέδεκται Ιάσων. και ουτοι πάντες απέναντι των δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ετερον λέγοντες ειναι Ιησουν.
8 ετάραξαν δε τον οχλον και τους πολιτάρχας ακούοντας ταυτα,
9 και λαβόντες το ικανον παρα του Ιάσονος και των λοιπων απέλυσαν αυτούς.
10 Οι δε αδελφοι ευθέως δια νυκτος εξέπεμψαν τόν τε Παυλον και τον Σιλαν εις Βέροιαν, οιτινες παραγενόμενοι εις την συναγωγην των Ιουδαίων απήεσαν.
11 ουτοι δε ησαν ευγενέστεροι των εν Θεσσαλονίκη, οιτινες εδέξαντο τον λόγον μετα πάσης προθυμίας, καθ ημέραν ανακρίνοντες τας γραφας ει εχοι ταυτα ουτως.
12 πολλοι μεν ουν εξ αυτων επίστευσαν, και των Ελληνίδων γυναικων των ευσχημόνων και ανδρων ουκ ολίγοι.
13 Ως δε εγνωσαν οι απο της Θεσσαλονίκης Ιουδαιοι οτι και εν τη Βεροία κατηγγέλη υπο του Παύλου ο λόγος του θεου, ηλθον κακει σαλεύοντες και ταράσσοντες τους οχλους.
14 ευθέως δε τότε τον Παυλον εξαπέστειλαν οι αδελφοι πορεύεσθαι εως επι την θάλασσαν. υπέμεινάν τε ο τε Σιλας και ο Τιμόθεος εκει.
15 οι δε καθιστάνοντες τον Παυλον ηγαγον εως Αθηνων, και λαβόντες εντολην προς τον Σιλαν και τον Τιμόθεον ινα ως τάχιστα ελθωσιν προς αυτον εξήεσαν.
16 Εν δε ταις Αθήναις εκδεχομένου αυτους του Παύλου, παρωξύνετο το πνευμα αυτου εν αυτω θεωρουντος κατείδωλον ουσαν την πόλιν.
17 διελέγετο μεν ουν εν τη συναγωγη τοις Ιουδαίοις και τοις σεβομένοις και εν τη αγορα κατα πασαν ημέραν προς τους παρατυγχάνοντας.
18 τινες δε και των Επικουρείων και Στοϊκων φιλοσόφων συνέβαλλον αυτω, καί τινες ελεγον, Τί αν θέλοι ο σπερμολόγος ουτος λέγειν; οι δέ, Ξένων δαιμονίων δοκει καταγγελευς ειναι. οτι τον Ιησουν και την ανάστασιν ευηγγελίζετο.
19 επιλαβόμενοί τε αυτου επι τον Αρειον Πάγον ηγαγον, λέγοντες, Δυνάμεθα γνωναι τίς η καινη αυτη η υπο σου λαλουμένη διδαχή;
20 ξενίζοντα γάρ τινα εισφέρεις εις τας ακοας ημων. βουλόμεθα ουν γνωναι τίνα θέλει ταυτα ειναι.
21 Αθηναιοι δε πάντες και οι επιδημουντες ξένοι εις ουδεν ετερον ηυκαίρουν η λέγειν τι η ακούειν τι καινότερον.
22 Σταθεις δε ο Παυλος εν μέσω του Αρείου Πάγου εφη, Ανδρες Αθηναιοι, κατα πάντα ως δεισιδαιμονεστέρους υμας θεωρω.
23 διερχόμενος γαρ και αναθεωρων τα σεβάσματα υμων ευρον και βωμον εν ω επεγέγραπτο, Αγνώστω θεω. ο ουν αγνοουντες ευσεβειτε, τουτο εγω καταγγέλλω υμιν.
24 ο θεος ο ποιήσας τον κόσμον και πάντα τα εν αυτω, ουτος ουρανου και γης υπάρχων κύριος ουκ εν χειροποιήτοις ναοις κατοικει
25 ουδε υπο χειρων ανθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αυτος διδους πασι ζωην και πνοην και τα πάντα.
26 εποίησέν τε εξ ενος παν εθνος ανθρώπων κατοικειν επι παντος προσώπου της γης, ορίσας προστεταγμένους καιρους και τας οροθεσίας της κατοικίας αυτων,
27 ζητειν τον θεον ει αρα γε ψηλαφήσειαν αυτον και ευροιεν, καί γε ου μακραν απο ενος εκάστου ημων υπάρχοντα.
28 Εν αυτω γαρ ζωμεν και κινούμεθα και εσμέν, ως καί τινες των καθ υμας ποιητων ειρήκασιν, Του γαρ και γένος εσμέν.
29 γένος ουν υπάρχοντες του θεου ουκ οφείλομεν νομίζειν χρυσω η αργύρω η λίθω, χαράγματι τέχνης και ενθυμήσεως ανθρώπου, το θειον ειναι ομοιον.
30 τους μεν ουν χρόνους της αγνοίας υπεριδων ο θεος τα νυν παραγγέλλει τοις ανθρώποις πάντας πανταχου μετανοειν,
31 καθότι εστησεν ημέραν εν η μέλλει κρίνειν την οικουμένην εν δικαιοσύνη εν ανδρι ω ωρισεν, πίστιν παρασχων πασιν αναστήσας αυτον εκ νεκρων.
32 Ακούσαντες δε ανάστασιν νεκρων οι μεν εχλεύαζον, οι δε ειπαν, Ακουσόμεθά σου περι τούτου και πάλιν.
33 ουτως ο Παυλος εξηλθεν εκ μέσου αυτων.
34 τινες δε ανδρες κολληθέντες αυτω επίστευσαν, εν οις και Διονύσιος ο Αρεοπαγίτης και γυνη ονόματι Δάμαρις και ετεροι συν αυτοις.

 

18ο Κεφάλαιο

 

1 Μετα ταυτα χωρισθεις εκ των Αθηνων ηλθεν εις Κόρινθον.
2 και ευρών τινα Ιουδαιον ονόματι Ακύλαν, Ποντικον τω γένει, προσφάτως εληλυθότα απο της Ιταλίας και Πρίσκιλλαν γυναικα αυτου δια το διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τους Ιουδαίους απο της Ρώμης, προσηλθεν αυτοις,
3 και δια το ομότεχνον ειναι εμενεν παρ αυτοις και ηργάζετο. ησαν γαρ σκηνοποιοι τη τέχνη.
4 διελέγετο δε εν τη συναγωγη κατα παν σάββατον, επειθέν τε Ιουδαίους και Ελληνας.
5 Ως δε κατηλθον απο της Μακεδονίας ο τε Σιλας και ο Τιμόθεος, συνείχετο τω λόγω ο Παυλος, διαμαρτυρόμενος τοις Ιουδαίοις ειναι τον Χριστόν, Ιησουν.
6 αντιτασσομένων δε αυτων και βλασφημούντων εκτιναξάμενος τα ιμάτια ειπεν προς αυτούς, Το αιμα υμων επι την κεφαλην υμων. καθαρος εγώ. απο του νυν εις τα εθνη πορεύσομαι.
7 και μεταβας εκειθεν εισηλθεν εις οικίαν τινος ονόματι Τιτίου Ιούστου σεβομένου τον θεόν, ου η οικία ην συνομορουσα τη συναγωγη.
8 Κρίσπος δε ο αρχισυνάγωγος επίστευσεν τω κυρίω συν ολω τω οικω αυτου, και πολλοι των Κορινθίων ακούοντες επίστευον και εβαπτίζοντο.
9 ειπεν δε ο κύριος εν νυκτι δι οράματος τω Παύλω, Μη φοβου, αλλα λάλει και μη σιωπήσης,
10 διότι εγώ ειμι μετα σου και ουδεις επιθήσεταί σοι του κακωσαί σε, διότι λαός εστί μοι πολυς εν τη πόλει ταύτη.
11 Εκάθισεν δε ενιαυτον και μηνας εξ διδάσκων εν αυτοις τον λόγον του θεου.
12 Γαλλίωνος δε ανθυπάτου οντος της Αχαϊας κατεπέστησαν ομοθυμαδον οι Ιουδαιοι τω Παύλω και ηγαγον αυτον επι το βημα,
13 λέγοντες οτι Παρα τον νόμον αναπείθει ουτος τους ανθρώπους σέβεσθαι τον θεόν.
14 μέλλοντος δε του Παύλου ανοίγειν το στόμα ειπεν ο Γαλλίων προς τους Ιουδαίους, Ει μεν ην αδίκημά τι η ραδιούργημα πονηρόν, ω Ιουδαιοι, κατα λόγον αν ανεσχόμην υμων.
15 ει δε ζητήματά εστιν περι λόγου και ονομάτων και νόμου του καθ υμας, οψεσθε αυτοί. κριτης εγω τούτων ου βούλομαι ειναι.
16 και απήλασεν αυτους απο του βήματος.
17 επιλαβόμενοι δε πάντες Σωσθένην τον αρχισυνάγωγον ετυπτον εμπροσθεν του βήματος. και ουδεν τούτων τω Γαλλίωνι εμελεν.
18 Ο δε Παυλος ετι προσμείνας ημέρας ικανας τοις αδελφοις αποταξάμενος εξέπλει εις την Συρίαν, και συν αυτω Πρίσκιλλα και Ακύλας, κειράμενος εν Κεγχρεαις την κεφαλήν, ειχεν γαρ ευχήν.
19 κατήντησαν δε εις Εφεσον, κακείνους κατέλιπεν αυτου, αυτος δε εισελθων εις την συναγωγην διελέξατο τοις Ιουδαίοις.
20 ερωτώντων δε αυτων επι πλείονα χρόνον μειναι ουκ επένευσεν,
21 αλλα αποταξάμενος και ειπών, Πάλιν ανακάμψω προς υμας του θεου θέλοντος, ανήχθη απο της Εφέσου.
22 και κατελθων εις Καισάρειαν, αναβας και ασπασάμενος την εκκλησίαν, κατέβη εις Αντιόχειαν,
23 και ποιήσας χρόνον τινα εξηλθεν, διερχόμενος καθεξης την Γαλατικην χώραν και Φρυγίαν, επιστηρίζων πάντας τους μαθητάς.
24 Ιουδαιος δέ τις Απολλως ονόματι, Αλεξανδρευς τω γένει, ανηρ λόγιος, κατήντησεν εις Εφεσον, δυνατος ων εν ταις γραφαις.
25 ουτος ην κατηχημένος την οδον του κυρίου, και ζέων τω πνεύματι ελάλει και εδίδασκεν ακριβως τα περι του Ιησου, επιστάμενος μόνον το βάπτισμα Ιωάννου.
26 ουτός τε ηρξατο παρρησιάζεσθαι εν τη συναγωγη. ακούσαντες δε αυτου Πρίσκιλλα και Ακύλας προσελάβοντο αυτον και ακριβέστερον αυτω εξέθεντο την οδον του θεου.
27 βουλομένου δε αυτου διελθειν εις την Αχαϊαν προτρεψάμενοι οι αδελφοι εγραψαν τοις μαθηταις αποδέξασθαι αυτόν. ος παραγενόμενος συνεβάλετο πολυ τοις πεπιστευκόσιν δια της χάριτος.
28 ευτόνως γαρ τοις Ιουδαίοις διακατηλέγχετο δημοσία επιδεικνυς δια των γραφων ειναι τον Χριστον, Ιησουν.

 

19ο Κεφάλαιο

 

1 Εγένετο δε εν τω τον Απολλω ειναι εν Κορίνθω Παυλον διελθόντα τα ανωτερικα μέρη κατελθειν εις Εφεσον και ευρειν τινας μαθητάς,
2 ειπέν τε προς αυτούς, Ει πνευμα αγιον ελάβετε πιστεύσαντες; οι δε προς αυτόν, Αλλ ουδ ει πνευμα αγιον εστιν ηκούσαμεν.
3 ειπέν τε, Εις τί ουν εβαπτίσθητε; οι δε ειπαν, Εις το Ιωάννου βάπτισμα.
4 ειπεν δε Παυλος, Ιωάννης εβάπτισεν βάπτισμα μετανοίας, τω λαω λέγων εις τον ερχόμενον μετ αυτον ινα πιστεύσωσιν, τουτ εστιν εις τον Ιησουν.
5 ακούσαντες δε εβαπτίσθησαν εις το ονομα του κυρίου Ιησου.
6 και επιθέντος αυτοις του Παύλου τας χειρας ηλθε το πνευμα το αγιον επ αυτούς, ελάλουν τε γλώσσαις και επροφήτευον.
7 ησαν δε οι πάντες ανδρες ωσει δώδεκα.
8 Εισελθων δε εις την συναγωγην επαρρησιάζετο επι μηνας τρεις διαλεγόμενος και πείθων τα περι της βασιλείας του θεου.
9 ως δέ τινες εσκληρύνοντο και ηπείθουν κακολογουντες την οδον ενώπιον του πλήθους, αποστας απ αυτων αφώρισεν τους μαθητάς, καθ ημέραν διαλεγόμενος εν τη σχολη Τυράννου.
10 τουτο δε εγένετο επι ετη δύο, ωστε πάντας τους κατοικουντας την Ασίαν ακουσαι τον λόγον του κυρίου, Ιουδαίους τε και Ελληνας.
11 Δυνάμεις τε ου τας τυχούσας ο θεος εποίει δια των χειρων Παύλου,
12 ωστε και επι τους ασθενουντας αποφέρεσθαι απο του χρωτος αυτου σουδάρια η σιμικίνθια και απαλλάσσεσθαι απ αυτων τας νόσους, τά τε πνεύματα τα πονηρα εκπορεύεσθαι.
13 επεχείρησαν δέ τινες και των περιερχομένων Ιουδαίων εξορκιστων ονομάζειν επι τους εχοντας τα πνεύματα τα πονηρα το ονομα του κυρίου Ιησου λέγοντες, Ορκίζω υμας τον Ιησουν ον Παυλος κηρύσσει.
14 ησαν δέ τινος Σκευα Ιουδαίου αρχιερέως επτα υιοι τουτο ποιουντες.
15 αποκριθεν δε το πνευμα το πονηρον ειπεν αυτοις, Τον μεν Ιησουν γινώσκω και τον Παυλον επίσταμαι, υμεις δε τίνες εστέ;
16 και εφαλόμενος ο ανθρωπος επ αυτους εν ω ην το πνευμα το πονηρον κατακυριεύσας αμφοτέρων ισχυσεν κατ αυτων, ωστε γυμνους και τετραυματισμένους εκφυγειν εκ του οικου εκείνου.
17 τουτο δε εγένετο γνωστον πασιν Ιουδαίοις τε και Ελλησιν τοις κατοικουσιν την Εφεσον, και επέπεσεν φόβος επι πάντας αυτούς, και εμεγαλύνετο το ονομα του κυρίου Ιησου.
18 πολλοί τε των πεπιστευκότων ηρχοντο εξομολογούμενοι και αναγγέλλοντες τας πράξεις αυτων.
19 ικανοι δε των τα περίεργα πραξάντων συνενέγκαντες τας βίβλους κατέκαιον ενώπιον πάντων. και συνεψήφισαν τας τιμας αυτων και ευρον αργυρίου μυριάδας πέντε.
20 Ουτως κατα κράτος του κυρίου ο λόγος ηυξανεν και ισχυεν.
21 Ως δε επληρώθη ταυτα, εθετο ο Παυλος εν τω πνεύματι διελθων την Μακεδονίαν και Αχαϊαν πορεύεσθαι εις Ιεροσόλυμα, ειπων οτι Μετα το γενέσθαι με εκει δει με και Ρώμην ιδειν.
22 αποστείλας δε εις την Μακεδονίαν δύο των διακονούντων αυτω, Τιμόθεον και Εραστον, αυτος επέσχεν χρόνον εις την Ασίαν.
23 Εγένετο δε κατα τον καιρον εκεινον τάραχος ουκ ολίγος περι της οδου.
24 Δημήτριος γάρ τις ονόματι, αργυροκόπος, ποιων ναους αργυρους Αρτέμιδος παρείχετο τοις τεχνίταις ουκ ολίγην εργασίαν,
25 ους συναθροίσας και τους περι τα τοιαυτα εργάτας ειπεν, Ανδρες, επίστασθε οτι εκ ταύτης της εργασίας η ευπορία ημιν εστιν,
26 και θεωρειτε και ακούετε οτι ου μόνον Εφέσου αλλα σχεδον πάσης της Ασίας ο Παυλος ουτος πείσας μετέστησεν ικανον οχλον, λέγων οτι ουκ εισιν θεοι οι δια χειρων γινόμενοι.
27 ου μόνον δε τουτο κινδυνεύει ημιν το μέρος εις απελεγμον ελθειν, αλλα και το της μεγάλης θεας Αρτέμιδος ιερον εις ουθεν λογισθηναι, μέλλειν τε και καθαιρεισθαι της μεγαλειότητος αυτης, ην ολη η Ασία και η οικουμένη σέβεται.
28 Ακούσαντες δε και γενόμενοι πλήρεις θυμου εκραζον λέγοντες, Μεγάλη η Αρτεμις Εφεσίων.
29 και επλήσθη η πόλις της συγχύσεως, ωρμησάν τε ομοθυμαδον εις το θέατρον συναρπάσαντες Γάϊον και Αρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου.
30 Παύλου δε βουλομένου εισελθειν εις τον δημον ουκ ειων αυτον οι μαθηταί.
31 τινες δε και των Ασιαρχων, οντες αυτω φίλοι, πέμψαντες προς αυτον παρεκάλουν μη δουναι εαυτον εις το θέατρον.
32 αλλοι μεν ουν αλλο τι εκραζον, ην γαρ η εκκλησία συγκεχυμένη, και οι πλείους ουκ ηδεισαν τίνος ενεκα συνεληλύθεισαν.
33 εκ δε του οχλου συνεβίβασαν Αλέξανδρον, προβαλόντων αυτον των Ιουδαίων. ο δε Αλέξανδρος κατασείσας την χειρα ηθελεν απολογεισθαι τω δήμω.
34 επιγνόντες δε οτι Ιουδαιός εστιν φωνη εγένετο μία εκ πάντων ως επι ωρας δύο κραζόντων, Μεγάλη η Αρτεμις Εφεσίων.
35 καταστείλας δε ο γραμματευς τον οχλον φησίν, Ανδρες Εφέσιοι, τίς γάρ εστιν ανθρώπων ος ου γινώσκει την Εφεσίων πόλιν νεωκόρον ουσαν της μεγάλης Αρτέμιδος και του διοπετους;
36 αναντιρρήτων ουν οντων τούτων δέον εστιν υμας κατεσταλμένους υπάρχειν και μηδεν προπετες πράσσειν.
37 ηγάγετε γαρ τους ανδρας τούτους ουτε ιεροσύλους ουτε βλασφημουντας την θεον ημων.
38 ει μεν ουν Δημήτριος και οι συν αυτω τεχνιται εχουσι πρός τινα λόγον, αγοραιοι αγονται και ανθύπατοί εισιν. εγκαλείτωσαν αλλήλοις.
39 ει δέ τι περαιτέρω επιζητειτε, εν τη εννόμω εκκλησία επιλυθήσεται.
40 και γαρ κινδυνεύομεν εγκαλεισθαι στάσεως περι της σήμερον, μηδενος αιτίου υπάρχοντος, περι ου ου δυνησόμεθα αποδουναι λόγον περι της συστροφης ταύτης. και ταυτα ειπων απέλυσεν την εκκλησίαν.

 

20ο Κεφάλαιο

 

1 Μετα δε το παύσασθαι τον θόρυβον μεταπεμψάμενος ο Παυλος τους μαθητας και παρακαλέσας, ασπασάμενος εξηλθεν πορεύεσθαι εις Μακεδονίαν.
2 διελθων δε τα μέρη εκεινα και παρακαλέσας αυτους λόγω πολλω ηλθεν εις την Ελλάδα,
3 ποιήσας τε μηνας τρεις γενομένης επιβουλης αυτω υπο των Ιουδαίων μέλλοντι ανάγεσθαι εις την Συρίαν εγένετο γνώμης του υποστρέφειν δια Μακεδονίας.
4 συνείπετο δε αυτω Σώπατρος Πύρρου Βεροιαιος, Θεσσαλονικέων δε Αρίσταρχος και Σεκουνδος, και Γάϊος Δερβαιος και Τιμόθεος, Ασιανοι δε Τυχικος και Τρόφιμος.
5 ουτοι δε προελθόντες εμενον ημας εν Τρωάδι.
6 ημεις δε εξεπλεύσαμεν μετα τας ημέρας των αζύμων απο Φιλίππων, και ηλθομεν προς αυτους εις την Τρωάδα αχρι ημερων πέντε, οπου διετρίψαμεν ημέρας επτά.
7 Εν δε τη μια των σαββάτων συνηγμένων ημων κλάσαι αρτον ο Παυλος διελέγετο αυτοις, μέλλων εξιέναι τη επαύριον, παρέτεινέν τε τον λόγον μέχρι μεσονυκτίου.
8 ησαν δε λαμπάδες ικαναι εν τω υπερώω ου ημεν συνηγμένοι.
9 καθεζόμενος δέ τις νεανίας ονόματι Ευτυχος επι της θυρίδος, καταφερόμενος υπνω βαθει διαλεγομένου του Παύλου επι πλειον, κατενεχθεις απο του υπνου επεσεν απο του τριστέγου κάτω και ηρθη νεκρός.
10 καταβας δε ο Παυλος επέπεσεν αυτω και συμπεριλαβων ειπεν, Μη θορυβεισθε, η γαρ ψυχη αυτου εν αυτω εστιν.
11 αναβας δε και κλάσας τον αρτον και γευσάμενος εφ ικανόν τε ομιλήσας αχρι αυγης ουτως εξηλθεν.
12 ηγαγον δε τον παιδα ζωντα, και παρεκλήθησαν ου μετρίως.
13 Ημεις δε προελθόντες επι το πλοιον ανήχθημεν επι την Ασσον, εκειθεν μέλλοντες αναλαμβάνειν τον Παυλον, ουτως γαρ διατεταγμένος ην μέλλων αυτος πεζεύειν.
14 ως δε συνέβαλλεν ημιν εις την Ασσον, αναλαβόντες αυτον ηλθομεν εις Μιτυλήνην,
15 κακειθεν αποπλεύσαντες τη επιούση κατηντήσαμεν αντικρυς Χίου, τη δε ετέρα παρεβάλομεν εις Σάμον, τη δε εχομένη ηλθομεν εις Μίλητον.
16 κεκρίκει γαρ ο Παυλος παραπλευσαι την Εφεσον, οπως μη γένηται αυτω χρονοτριβησαι εν τη Ασία, εσπευδεν γαρ ει δυνατον ειη αυτω την ημέραν της πεντηκοστης γενέσθαι εις Ιεροσόλυμα.
17 Απο δε της Μιλήτου πέμψας εις Εφεσον μετεκαλέσατο τους πρεσβυτέρους της εκκλησίας.
18 ως δε παρεγένοντο προς αυτον ειπεν αυτοις, Υμεις επίστασθε απο πρώτης ημέρας αφ ης επέβην εις την Ασίαν πως μεθ υμων τον πάντα χρόνον εγενόμην,
19 δουλεύων τω κυρίω μετα πάσης ταπεινοφροσύνης και δακρύων και πειρασμων των συμβάντων μοι εν ταις επιβουλαις των Ιουδαίων.
20 ως ουδεν υπεστειλάμην των συμφερόντων του μη αναγγειλαι υμιν και διδάξαι υμας δημοσία και κατ οικους,
21 διαμαρτυρόμενος Ιουδαίοις τε και Ελλησιν την εις θεον μετάνοιαν και πίστιν εις τον κύριον ημων Ιησουν.
22 και νυν ιδου δεδεμένος εγω τω πνεύματι πορεύομαι εις Ιερουσαλήμ, τα εν αυτη συναντήσοντά μοι μη ειδώς,
23 πλην οτι το πνευμα το αγιον κατα πόλιν διαμαρτύρεταί μοι λέγον οτι δεσμα και θλίψεις με μένουσιν.
24 αλλ ουδενος λόγου ποιουμαι την ψυχην τιμίαν εμαυτω ως τελειωσαι τον δρόμον μου και την διακονίαν ην ελαβον παρα του κυρίου Ιησου, διαμαρτύρασθαι το ευαγγέλιον της χάριτος του θεου.
25 Και νυν ιδου εγω οιδα οτι ουκέτι οψεσθε το πρόσωπόν μου υμεις πάντες εν οις διηλθον κηρύσσων την βασιλείαν.
26 διότι μαρτύρομαι υμιν εν τη σήμερον ημέρα οτι καθαρός ειμι απο του αιματος πάντων,
27 ου γαρ υπεστειλάμην του μη αναγγειλαι πασαν την βουλην του θεου υμιν.
28 προσέχετε εαυτοις και παντι τω ποιμνίω, εν ω υμας το πνευμα το αγιον εθετο επισκόπους, ποιμαίνειν την εκκλησίαν του θεου, ην περιεποιήσατο δια του αιματος του ιδίου.
29 εγω οιδα οτι εισελεύσονται μετα την αφιξίν μου λύκοι βαρεις εις υμας μη φειδόμενοι του ποιμνίου,
30 και εξ υμων αυτων αναστήσονται ανδρες λαλουντες διεστραμμένα του αποσπαν τους μαθητας οπίσω αυτων.
31 διο γρηγορειτε, μνημονεύοντες οτι τριετίαν νύκτα και ημέραν ουκ επαυσάμην μετα δακρύων νουθετων ενα εκαστον.
32 και τα νυν παρατίθεμαι υμας τω θεω και τω λόγω της χάριτος αυτου τω δυναμένω οικοδομησαι και δουναι την κληρονομίαν εν τοις ηγιασμένοις πασιν.
33 αργυρίου η χρυσίου η ιματισμου ουδενος επεθύμησα.
34 αυτοι γινώσκετε οτι ταις χρείαις μου και τοις ουσιν μετ εμου υπηρέτησαν αι χειρες αυται.
35 πάντα υπέδειξα υμιν οτι ουτως κοπιωντας δει αντιλαμβάνεσθαι των ασθενούντων, μνημονεύειν τε των λόγων του κυρίου Ιησου οτι αυτος ειπεν, Μακάριόν εστιν μαλλον διδόναι η λαμβάνειν.
36 Και ταυτα ειπων θεις τα γόνατα αυτου συν πασιν αυτοις προσηύξατο.
37 ικανος δε κλαυθμος εγένετο πάντων, και επιπεσόντες επι τον τράχηλον του Παύλου κατεφίλουν αυτόν,
38 οδυνώμενοι μάλιστα επι τω λόγω ω ειρήκει οτι ουκέτι μέλλουσιν το πρόσωπον αυτου θεωρειν. προέπεμπον δε αυτον εις το πλοιον.

 

21ο Κεφάλαιο

 

1 Ως δε εγένετο αναχθηναι ημας αποσπασθέντας απ αυτων, ευθυδρομήσαντες ηλθομεν εις την Κω, τη δε εξης εις την Ρόδον, κακειθεν εις Πάταρα.
2 και ευρόντες πλοιον διαπερων εις Φοινίκην επιβάντες ανήχθημεν.
3 αναφάναντες δε την Κύπρον και καταλιπόντες αυτην ευώνυμον επλέομεν εις Συρίαν, και κατήλθομεν εις Τύρον, εκεισε γαρ το πλοιον ην αποφορτιζόμενον τον γόμον.
4 ανευρόντες δε τους μαθητας επεμείναμεν αυτου ημέρας επτά, οιτινες τω Παύλω ελεγον δια του πνεύματος μη επιβαίνειν εις Ιεροσόλυμα.
5 οτε δε εγένετο ημας εξαρτίσαι τας ημέρας, εξελθόντες επορευόμεθα προπεμπόντων ημας πάντων συν γυναιξι και τέκνοις εως εξω της πόλεως, και θέντες τα γόνατα επι τον αιγιαλον προσευξάμενοι
6 απησπασάμεθα αλλήλους, και ανέβημεν εις το πλοιον, εκεινοι δε υπέστρεψαν εις τα ιδια.
7 Ημεις δε τον πλουν διανύσαντες απο Τύρου κατηντήσαμεν εις Πτολεμαϊδα, και ασπασάμενοι τους αδελφους εμείναμεν ημέραν μίαν παρ αυτοις.
8 τη δε επαύριον εξελθόντες ηλθομεν εις Καισάρειαν, και εισελθόντες εις τον οικον Φιλίππου του ευαγγελιστου οντος εκ των επτα εμείναμεν παρ αυτω.
9 τούτω δε ησαν θυγατέρες τέσσαρες παρθένοι προφητεύουσαι.
10 επιμενόντων δε ημέρας πλείους κατηλθέν τις απο της Ιουδαίας προφήτης ονόματι Αγαβος,
11 και ελθων προς ημας και αρας την ζώνην του Παύλου δήσας εαυτου τους πόδας και τας χειρας ειπεν, Τάδε λέγει το πνευμα το αγιον, Τον ανδρα ου εστιν η ζώνη αυτη ουτως δήσουσιν εν Ιερουσαλημ οι Ιουδαιοι και παραδώσουσιν εις χειρας εθνων.
12 ως δε ηκούσαμεν ταυτα, παρεκαλουμεν ημεις τε και οι εντόπιοι του μη αναβαίνειν αυτον εις Ιερουσαλήμ.
13 τότε απεκρίθη ο Παυλος, Τί ποιειτε κλαίοντες και συνθρύπτοντές μου την καρδίαν; εγω γαρ ου μόνον δεθηναι αλλα και αποθανειν εις Ιερουσαλημ ετοίμως εχω υπερ του ονόματος του κυρίου Ιησου.
14 μη πειθομένου δε αυτου ησυχάσαμεν ειπόντες, Του κυρίου το θέλημα γινέσθω.
15 Μετα δε τας ημέρας ταύτας επισκευασάμενοι ανεβαίνομεν εις Ιεροσόλυμα.
16 συνηλθον δε και των μαθητων απο Καισαρείας συν ημιν, αγοντες παρ ω ξενισθωμεν Μνάσωνί τινι Κυπρίω, αρχαίω μαθητη.
17 Γενομένων δε ημων εις Ιεροσόλυμα ασμένως απεδέξαντο ημας οι αδελφοί.
18 τη δε επιούση εισήει ο Παυλος συν ημιν προς Ιάκωβον, πάντες τε παρεγένοντο οι πρεσβύτεροι.
19 και ασπασάμενος αυτους εξηγειτο καθ εν εκαστον ων εποίησεν ο θεος εν τοις εθνεσιν δια της διακονίας αυτου.
20 οι δε ακούσαντες εδόξαζον τον θεόν, ειπόν τε αυτω, Θεωρεις, αδελφέ, πόσαι μυριάδες εισιν εν τοις Ιουδαίοις των πεπιστευκότων, και πάντες ζηλωται του νόμου υπάρχουσιν.
21 κατηχήθησαν δε περι σου οτι αποστασίαν διδάσκεις απο Μωϋσέως τους κατα τα εθνη πάντας Ιουδαίους, λέγων μη περιτέμνειν αυτους τα τέκνα μηδε τοις εθεσιν περιπατειν.
22 τί ουν εστιν; πάντως ακούσονται οτι ελήλυθας.
23 τουτο ουν ποίησον ο σοι λέγομεν. εισιν ημιν ανδρες τέσσαρες ευχην εχοντες εφ εαυτων.
24 τούτους παραλαβων αγνίσθητι συν αυτοις και δαπάνησον επ αυτοις ινα ξυρήσονται την κεφαλήν, και γνώσονται πάντες οτι ων κατήχηνται περι σου ουδέν εστιν, αλλα στοιχεις και αυτος φυλάσσων τον νόμον.
25 περι δε των πεπιστευκότων εθνων ημεις επεστείλαμεν κρίναντες φυλάσσεσθαι αυτους τό τε ειδωλόθυτον και αιμα και πνικτον και πορνείαν.
26 τότε ο Παυλος παραλαβων τους ανδρας, τη εχομένη ημέρα συν αυτοις αγνισθεις εισήει εις το ιερόν, διαγγέλλων την εκπλήρωσιν των ημερων του αγνισμου εως ου προσηνέχθη υπερ ενος εκάστου αυτων η προσφορά.
27 Ως δε εμελλον αι επτα ημέραι συντελεισθαι, οι απο της Ασίας Ιουδαιοι θεασάμενοι αυτον εν τω ιερω συνέχεον πάντα τον οχλον και επέβαλον επ αυτον τας χειρας,
28 κράζοντες, Ανδρες Ισραηλιται, βοηθειτε. ουτός εστιν ο ανθρωπος ο κατα του λαου και του νόμου και του τόπου τούτου πάντας πανταχη διδάσκων, ετι τε και Ελληνας εισήγαγεν εις το ιερον και κεκοίνωκεν τον αγιον τόπον τουτον.
29 ησαν γαρ προεωρακότες Τρόφιμον τον Εφέσιον εν τη πόλει συν αυτω, ον ενόμιζον οτι εις το ιερον εισήγαγεν ο Παυλος.
30 εκινήθη τε η πόλις ολη και εγένετο συνδρομη του λαου, και επιλαβόμενοι του Παύλου ειλκον αυτον εξω του ιερου, και ευθέως εκλείσθησαν αι θύραι.
31 ζητούντων τε αυτον αποκτειναι ανέβη φάσις τω χιλιάρχω της σπείρης οτι ολη συγχύννεται Ιερουσαλήμ,
32 ος εξαυτης παραλαβων στρατιώτας και εκατοντάρχας κατέδραμεν επ αυτούς. οι δε ιδόντες τον χιλίαρχον και τους στρατιώτας επαύσαντο τύπτοντες τον Παυλον.
33 τότε εγγίσας ο χιλίαρχος επελάβετο αυτου και εκέλευσεν δεθηναι αλύσεσι δυσί, και επυνθάνετο τίς ειη και τί εστιν πεποιηκώς.
34 αλλοι δε αλλο τι επεφώνουν εν τω οχλω. μη δυναμένου δε αυτου γνωναι το ασφαλες δια τον θόρυβον εκέλευσεν αγεσθαι αυτον εις την παρεμβολήν.
35 οτε δε εγένετο επι τους αναβαθμούς, συνέβη βαστάζεσθαι αυτον υπο των στρατιωτων δια την βίαν του οχλου,
36 ηκολούθει γαρ το πληθος του λαου κράζοντες, Αιρε αυτόν.
37 Μέλλων τε εισάγεσθαι εις την παρεμβολην ο Παυλος λέγει τω χιλιάρχω, Ει εξεστίν μοι ειπειν τι προς σέ; ο δε εφη, Ελληνιστι γινώσκεις;
38 ουκ αρα συ ει ο Αιγύπτιος ο προ τούτων των ημερων αναστατώσας και εξαγαγων εις την ερημον τους τετρακισχιλίους ανδρας των σικαρίων;
39 ειπεν δε ο Παυλος, Εγω ανθρωπος μέν ειμι Ιουδαιος, Ταρσευς της Κιλικίας, ουκ ασήμου πόλεως πολίτης. δέομαι δέ σου, επίτρεψόν μοι λαλησαι προς τον λαόν.
40 επιτρέψαντος δε αυτου ο Παυλος εστως επι των αναβαθμων κατέσεισεν τη χειρι τω λαω. πολλης δε σιγης γενομένης προσεφώνησεν τη Εβραϊδι διαλέκτω λέγων,

 

22ο Κεφάλαιο

 

1 Ανδρες αδελφοι και πατέρες, ακούσατέ μου της προς υμας νυνι απολογίας,
2 ακούσαντες δε οτι τη Εβραϊδι διαλέκτω προσεφώνει αυτοις μαλλον παρέσχον ησυχίαν. και φησίν,ν
3 Εγώ ειμι ανηρ Ιουδαιος, γεγεννημένος εν Ταρσω της Κιλικίας, ανατεθραμμένος δε εν τη πόλει ταύτη, παρα τους πόδας Γαμαλιηλ πεπαιδευμένος κατα ακρίβειαν του πατρώου νόμου, ζηλωτης υπάρχων του θεου καθως πάντες υμεις εστε σήμερον.
4 ος ταύτην την οδον εδίωξα αχρι θανάτου, δεσμεύων και παραδιδους εις φυλακας ανδρας τε και γυναικας,
5 ως και ο αρχιερευς μαρτυρει μοι και παν το πρεσβυτέριον. παρ ων και επιστολας δεξάμενος προς τους αδελφους εις Δαμασκον επορευόμην αξων και τους εκεισε οντας δεδεμένους εις Ιερουσαλημ ινα τιμωρηθωσιν.
6 Εγένετο δέ μοι πορευομένω και εγγίζοντι τη Δαμασκω περι μεσημβρίαν εξαίφνης εκ του ουρανου περιαστράψαι φως ικανον περι εμέ,
7 επεσά τε εις το εδαφος και ηκουσα φωνης λεγούσης μοι, Σαουλ Σαούλ, τί με διώκεις;
8 εγω δε απεκρίθην, Τίς ει, κύριε; ειπέν τε πρός με, Εγώ ειμι Ιησους ο Ναζωραιος ον συ διώκεις.
9 οι δε συν εμοι οντες το μεν φως εθεάσαντο την δε φωνην ουκ ηκουσαν του λαλουντός μοι.
10 ειπον δέ, Τί ποιήσω, κύριε; ο δε κύριος ειπεν πρός με, Αναστας πορεύου εις Δαμασκόν, κακει σοι λαληθήσεται περι πάντων ων τέτακταί σοι ποιησαι.
11 ως δε ουκ ενέβλεπον απο της δόξης του φωτος εκείνου, χειραγωγούμενος υπο των συνόντων μοι ηλθον εις Δαμασκόν.
12 Ανανίας δέ τις, ανηρ ευλαβης κατα τον νόμον, μαρτυρούμενος υπο πάντων των κατοικούντων Ιουδαίων,
13 ελθων πρός με και επιστας ειπέν μοι, Σαουλ αδελφέ, ανάβλεψον. καγω αυτη τη ωρα ανέβλεψα εις αυτόν.
14 ο δε ειπεν, Ο θεος των πατέρων ημων προεχειρίσατό σε γνωναι το θέλημα αυτου και ιδειν τον δίκαιον και ακουσαι φωνην εκ του στόματος αυτου,
15 οτι εση μάρτυς αυτω προς πάντας ανθρώπους ων εώρακας και ηκουσας.
16 και νυν τί μέλλεις; αναστας βάπτισαι και απόλουσαι τας αμαρτίας σου επικαλεσάμενος το ονομα αυτου.
17 Εγένετο δέ μοι υποστρέψαντι εις Ιερουσαλημ και προσευχομένου μου εν τω ιερω γενέσθαι με εν εκστάσει
18 και ιδειν αυτον λέγοντά μοι, Σπευσον και εξελθε εν τάχει εξ Ιερουσαλήμ, διότι ου παραδέξονταί σου μαρτυρίαν περι εμου.
19 καγω ειπον, Κύριε, αυτοι επίστανται οτι εγω ημην φυλακίζων και δέρων κατα τας συναγωγας τους πιστεύοντας επι σέ.
20 και οτε εξεχύννετο το αιμα Στεφάνου του μάρτυρός σου, και αυτος ημην εφεστως και συνευδοκων και φυλάσσων τα ιμάτια των αναιρούντων αυτόν.
21 και ειπεν πρός με, Πορεύου, οτι εγω εις εθνη μακραν εξαποστελω σε.
22 Ηκουον δε αυτου αχρι τούτου του λόγου και επηραν την φωνην αυτων λέγοντες, Αιρε απο της γης τον τοιουτον, ου γαρ καθηκεν αυτον ζην.
23 κραυγαζόντων τε αυτων και ριπτούντων τα ιμάτια και κονιορτον βαλλόντων εις τον αέρα,
24 εκέλευσεν ο χιλίαρχος εισάγεσθαι αυτον εις την παρεμβολήν, ειπας μάστιξιν ανετάζεσθαι αυτον ινα επιγνω δι ην αιτίαν ουτως επεφώνουν αυτω.
25 ως δε προέτειναν αυτον τοις ιμασιν ειπεν προς τον εστωτα εκατόνταρχον ο Παυλος, Ει ανθρωπον Ρωμαιον και ακατάκριτον εξεστιν υμιν μαστίζειν;
26 ακούσας δε ο εκατοντάρχης προσελθων τω χιλιάρχω απήγγειλεν λέγων, Τί μέλλεις ποιειν; ο γαρ ανθρωπος ουτος Ρωμαιός εστιν.
27 προσελθων δε ο χιλίαρχος ειπεν αυτω, Λέγε μοι, συ Ρωμαιος ει; ο δε εφη, Ναί.
28 απεκρίθη δε ο χιλίαρχος, Εγω πολλου κεφαλαίου την πολιτείαν ταύτην εκτησάμην. ο δε Παυλος εφη, Εγω δε και γεγέννημαι.
29 ευθέως ουν απέστησαν απ αυτου οι μέλλοντες αυτον ανετάζειν. και ο χιλίαρχος δε εφοβήθη επιγνους οτι Ρωμαιός εστιν και οτι αυτον ην δεδεκώς.
30 Τη δε επαύριον βουλόμενος γνωναι το ασφαλες το τί κατηγορειται υπο των Ιουδαίων ελυσεν αυτόν, και εκέλευσεν συνελθειν τους αρχιερεις και παν το συνέδριον, και καταγαγων τον Παυλον εστησεν εις αυτούς.

 

23ο Κεφάλαιο

 

1 ατενίσας δε ο Παυλος τω συνεδρίω ειπεν, Ανδρες αδελφοί, εγω πάση συνειδήσει αγαθη πεπολίτευμαι τω θεω αχρι ταύτης της ημέρας.
2 ο δε αρχιερευς Ανανίας επέταξεν τοις παρεστωσιν αυτω τύπτειν αυτου το στόμα.
3 τότε ο Παυλος προς αυτον ειπεν, Τύπτειν σε μέλλει ο θεός, τοιχε κεκονιαμένε. και συ κάθη κρίνων με κατα τον νόμον, και παρανομων κελεύεις με τύπτεσθαι;
4 οι δε παρεστωτες ειπαν, Τον αρχιερέα του θεου λοιδορεις;
5 εφη τε ο Παυλος, Ουκ ηδειν, αδελφοί, οτι εστιν αρχιερεύς. γέγραπται γαρ οτι Αρχοντα του λαου σου ουκ ερεις κακως.
6 Γνους δε ο Παυλος οτι το εν μέρος εστιν Σαδδουκαίων το δε ετερον Φαρισαίων εκραζεν εν τω συνεδρίω, Ανδρες αδελφοί, εγω Φαρισαιός ειμι, υιος Φαρισαίων. περι ελπίδος και αναστάσεως νεκρων εγω κρίνομαι.
7 τουτο δε αυτου ειπόντος εγένετο στάσις των Φαρισαίων και Σαδδουκαίων, και εσχίσθη το πληθος.
8 Σαδδουκαιοι μεν γαρ λέγουσιν μη ειναι ανάστασιν μήτε αγγελον μήτε πνευμα, Φαρισαιοι δε ομολογουσιν τα αμφότερα.
9 εγένετο δε κραυγη μεγάλη, και αναστάντες τινες των γραμματέων του μέρους των Φαρισαίων διεμάχοντο λέγοντες, Ουδεν κακον ευρίσκομεν εν τω ανθρώπω τούτω. ει δε πνευμα ελάλησεν αυτω η αγγελος,ς
10 Πολλης δε γινομένης στάσεως φοβηθεις ο χιλίαρχος μη διασπασθη ο Παυλος υπ αυτων εκέλευσεν το στράτευμα καταβαν αρπάσαι αυτον εκ μέσου αυτων, αγειν τε εις την παρεμβολήν.
11 Τη δε επιούση νυκτι επιστας αυτω ο κύριος ειπεν, Θάρσει, ως γαρ διεμαρτύρω τα περι εμου εις Ιερουσαλημ ουτω σε δει και εις Ρώμην μαρτυρησαι.
12 Γενομένης δε ημέρας ποιήσαντες συστροφην οι Ιουδαιοι ανεθεμάτισαν εαυτους λέγοντες μήτε φαγειν μήτε πίειν εως ου αποκτείνωσιν τον Παυλον.
13 ησαν δε πλείους τεσσεράκοντα οι ταύτην την συνωμοσίαν ποιησάμενοι.
14 οιτινες προσελθόντες τοις αρχιερευσιν και τοις πρεσβυτέροις ειπαν, Αναθέματι ανεθεματίσαμεν εαυτους μηδενος γεύσασθαι εως ου αποκτείνωμεν τον Παυλον.
15 νυν ουν υμεις εμφανίσατε τω χιλιάρχω συν τω συνεδρίω οπως καταγάγη αυτον εις υμας ως μέλλοντας διαγινώσκειν ακριβέστερον τα περι αυτου. ημεις δε προ του εγγίσαι αυτον ετοιμοί εσμεν του ανελειν αυτόν.
16 Ακούσας δε ο υιος της αδελφης Παύλου την ενέδραν παραγενόμενος και εισελθων εις την παρεμβολην απήγγειλεν τω Παύλω.
17 προσκαλεσάμενος δε ο Παυλος ενα των εκατονταρχων εφη, Τον νεανίαν τουτον απάγαγε προς τον χιλίαρχον, εχει γαρ απαγγειλαί τι αυτω.
18 ο μεν ουν παραλαβων αυτον ηγαγεν προς τον χιλίαρχον και φησίν, Ο δέσμιος Παυλος προσκαλεσάμενός με ηρώτησεν τουτον τον νεανίσκον αγαγειν προς σέ, εχοντά τι λαλησαί σοι.
19 επιλαβόμενος δε της χειρος αυτου ο χιλίαρχος και αναχωρήσας κατ ιδίαν επυνθάνετο, Τί εστιν ο εχεις απαγγειλαί μοι;
20 ειπεν δε οτι Οι Ιουδαιοι συνέθεντο του ερωτησαί σε οπως αυριον τον Παυλον καταγάγης εις το συνέδριον ως μέλλον τι ακριβέστερον πυνθάνεσθαι περι αυτου.
21 συ ουν μη πεισθης αυτοις. ενεδρεύουσιν γαρ αυτον εξ αυτων ανδρες πλείους τεσσεράκοντα, οιτινες ανεθεμάτισαν εαυτους μήτε φαγειν μήτε πιειν εως ου ανέλωσιν αυτόν, και νυν εισιν ετοιμοι προσδεχόμενοι την απο σου επαγγελίαν.
22 ο μεν ουν χιλίαρχος απέλυσε τον νεανίσκον παραγγείλας μηδενι εκλαλησαι οτι ταυτα ενεφάνισας πρός με.
23 Και προσκαλεσάμενος δύο τινας των εκατονταρχων ειπεν, Ετοιμάσατε στρατιώτας διακοσίους οπως πορευθωσιν εως Καισαρείας, και ιππεις εβδομήκοντα και δεξιολάβους διακοσίους, απο τρίτης ωρας της νυκτός,
24 κτήνη τε παραστησαι ινα επιβιβάσαντες τον Παυλον διασώσωσι προς Φήλικα τον ηγεμόνα,
25 γράψας επιστολην εχουσαν τον τύπον τουτον.
26 Κλαύδιος Λυσίας τω κρατίστω ηγεμόνι Φήλικι χαίρειν.
27 Τον ανδρα τουτον συλλημφθέντα υπο των Ιουδαίων και μέλλοντα αναιρεισθαι υπ αυτων επιστας συν τω στρατεύματι εξειλάμην, μαθων οτι Ρωμαιός εστιν.
28 βουλόμενός τε επιγνωναι την αιτίαν δι ην ενεκάλουν αυτω κατήγαγον εις το συνέδριον αυτων.
29 ον ευρον εγκαλούμενον περι ζητημάτων του νόμου αυτων, μηδεν δε αξιον θανάτου η δεσμων εχοντα εγκλημα.
30 μηνυθείσης δέ μοι επιβουλης εις τον ανδρα εσεσθαι, εξαυτης επεμψα προς σέ, παραγγείλας και τοις κατηγόροις λέγειν τα προς αυτον επι σου.
31 Οι μεν ουν στρατιωται κατα το διατεταγμένον αυτοις αναλαβόντες τον Παυλον ηγαγον δια νυκτος εις την Αντιπατρίδα.
32 τη δε επαύριον εάσαντες τους ιππεις απέρχεσθαι συν αυτω υπέστρεψαν εις την παρεμβολήν.
33 οιτινες εισελθόντες εις την Καισάρειαν και αναδόντες την επιστολην τω ηγεμόνι παρέστησαν και τον Παυλον αυτω.
34 αναγνους δε και επερωτήσας εκ ποίας επαρχείας εστιν και πυθόμενος οτι απο Κιλικίας,
35 Διακούσομαί σου, εφη, οταν και οι κατήγοροί σου παραγένωνται. κελεύσας εν τω πραιτωρίω του Ηρώδου φυλάσσεσθαι αυτόν.

 

24ο Κεφάλαιο

 

1 Μετα δε πέντε ημέρας κατέβη ο αρχιερευς Ανανίας μετα πρεσβυτέρων τινων και ρήτορος Τερτύλλου τινός, οιτινες ενεφάνισαν τω ηγεμόνι κατα του Παύλου.
2 κληθέντος δε αυτου ηρξατο κατηγορειν ο Τέρτυλλος λέγων, Πολλης ειρήνης τυγχάνοντες δια σου και διορθωμάτων γινομένων τω εθνει τούτω δια της σης προνοίας,
3 πάντη τε και πανταχου αποδεχόμεθα, κράτιστε Φηλιξ, μετα πάσης ευχαριστίας.
4 ινα δε μη επι πλειόν σε εγκόπτω, παρακαλω ακουσαί σε ημων συντόμως τη ση επιεικεία.
5 ευρόντες γαρ τον ανδρα τουτον λοιμον και κινουντα στάσεις πασιν τοις Ιουδαίοις τοις κατα την οικουμένην πρωτοστάτην τε της των Ναζωραίων αιρέσεως,
6 ος και το ιερον επείρασεν βεβηλωσαι, ον και εκρατήσαμεν,
7 παρ ου δυνήση αυτος ανακρίνας περι πάντων τούτων επιγνωναι ων ημεις κατηγορουμεν αυτου.
8 συνεπέθεντο δε και οι Ιουδαιοι φάσκοντες ταυτα ουτως εχειν.
9 Απεκρίθη τε ο Παυλος νεύσαντος αυτω του ηγεμόνος λέγειν, Εκ πολλων ετων οντα σε κριτην τω εθνει τούτω επιστάμενος ευθύμως τα περι εμαυτου απολογουμαι,
10 δυναμένου σου επιγνωναι οτι ου πλείους εισίν μοι ημέραι δώδεκα αφ ης ανέβην προσκυνήσων εις Ιερουσαλήμ,
11 και ουτε εν τω ιερω ευρόν με πρός τινα διαλεγόμενον η επίστασιν ποιουντα οχλου ουτε εν ταις συναγωγαις ουτε κατα την πόλιν,
12 ουδε παραστησαι δύνανταί σοι περι ων νυνι κατηγορουσίν μου.
13 ομολογω δε τουτό σοι οτι κατα την οδον ην λέγουσιν αιρεσιν ουτως λατρεύω τω πατρώω θεω, πιστεύων πασι τοις κατα τον νόμον και τοις εν τοις προφήταις γεγραμμένοις,
14 ελπίδα εχων εις τον θεόν, ην και αυτοι ουτοι προσδέχονται, ανάστασιν μέλλειν εσεσθαι δικαίων τε και αδίκων.
15 εν τούτω και αυτος ασκω απρόσκοπον συνείδησιν εχειν προς τον θεον και τους ανθρώπους δια παντός.
16 δι ετων δε πλειόνων ελεημοσύνας ποιήσων εις το εθνος μου παρεγενόμην και προσφοράς,
17 εν αις ευρόν με ηγνισμένον εν τω ιερω, ου μετα οχλου ουδε μετα θορύβου.
18 τινες δε απο της Ασίας Ιουδαιοι, ους εδει επι σου παρειναι και κατηγορειν ει τι εχοιεν προς εμέ,έ
19 η αυτοι ουτοι ειπάτωσαν τί ευρον αδίκημα στάντος μου επι του συνεδρίου
20 η περι μιας ταύτης φωνης ης εκέκραξα εν αυτοις εστως οτι Περι αναστάσεως νεκρων εγω κρίνομαι σήμερον εφ υμων.
21 Ανεβάλετο δε αυτους ο Φηλιξ, ακριβέστερον ειδως τα περι της οδου, ειπας, Οταν Λυσίας ο χιλίαρχος καταβη διαγνώσομαι τα καθ υμας,
22 διαταξάμενος τω εκατοντάρχη τηρεισθαι αυτον εχειν τε ανεσιν και μηδένα κωλύειν των ιδίων αυτου υπηρετειν αυτω.
23 Μετα δε ημέρας τινας παραγενόμενος ο Φηλιξ συν Δρουσίλλη τη ιδία γυναικι ουση Ιουδαία μετεπέμψατο τον Παυλον και ηκουσεν αυτου περι της εις Χριστον Ιησουν πίστεως.
24 διαλεγομένου δε αυτου περι δικαιοσύνης και εγκρατείας και του κρίματος του μέλλοντος εμφοβος γενόμενος ο Φηλιξ απεκρίθη, Το νυν εχον πορεύου, καιρον δε μεταλαβων μετακαλέσομαί σε.
25 αμα και ελπίζων οτι χρήματα δοθήσεται αυτω υπο του Παύλου. διο και πυκνότερον αυτον μεταπεμπόμενος ωμίλει αυτω.
26 Διετίας δε πληρωθείσης ελαβεν διάδοχον ο Φηλιξ Πόρκιον Φηστον. θέλων τε χάριτα καταθέσθαι τοις Ιουδαίοις ο Φηλιξ κατέλιπε τον Παυλον δεδεμένον.

 

25ο Κεφάλαιο

 

1 Φηστος ουν επιβας τη επαρχεία μετα τρεις ημέρας ανέβη εις Ιεροσόλυμα απο Καισαρείας,
2 ενεφάνισάν τε αυτω οι αρχιερεις και οι πρωτοι των Ιουδαίων κατα του Παύλου, και παρεκάλουν αυτον
3 αιτούμενοι χάριν κατ αυτου οπως μεταπέμψηται αυτον εις Ιερουσαλήμ, ενέδραν ποιουντες ανελειν αυτον κατα την οδόν.
4 ο μεν ουν Φηστος απεκρίθη τηρεισθαι τον Παυλον εις Καισάρειαν, εαυτον δε μέλλειν εν τάχει εκπορεύεσθαι.
5 Οι ουν εν υμιν, φησίν, δυνατοι συγκαταβάντες ει τί εστιν εν τω ανδρι ατοπον κατηγορείτωσαν αυτου.
6 Διατρίψας δε εν αυτοις ημέρας ου πλείους οκτω η δέκα, καταβας εις Καισάρειαν, τη επαύριον καθίσας επι του βήματος εκέλευσεν τον Παυλον αχθηναι.
7 παραγενομένου δε αυτου περιέστησαν αυτον οι απο Ιεροσολύμων καταβεβηκότες Ιουδαιοι, πολλα και βαρέα αιτιώματα καταφέροντες α ουκ ισχυον αποδειξαι,
8 του Παύλου απολογουμένου οτι Ουτε εις τον νόμον των Ιουδαίων ουτε εις το ιερον ουτε εις Καίσαρά τι ημαρτον.
9 ο Φηστος δε θέλων τοις Ιουδαίοις χάριν καταθέσθαι αποκριθεις τω Παύλω ειπεν, Θέλεις εις Ιεροσόλυμα αναβας εκει περι τούτων κριθηναι επ εμου;
10 ειπεν δε ο Παυλος, Επι του βήματος Καίσαρός εστώς ειμι, ου με δει κρίνεσθαι. Ιουδαίους ουδεν ηδίκησα, ως και συ κάλλιον επιγινώσκεις.
11 ει μεν ουν αδικω και αξιον θανάτου πέπραχά τι, ου παραιτουμαι το αποθανειν. ει δε ουδέν εστιν ων ουτοι κατηγορουσίν μου, ουδείς με δύναται αυτοις χαρίσασθαι. Καίσαρα επικαλουμαι.
12 τότε ο Φηστος συλλαλήσας μετα του συμβουλίου απεκρίθη, Καίσαρα επικέκλησαι, επι Καίσαρα πορεύση.
13 Ημερων δε διαγενομένων τινων Αγρίππας ο βασιλευς και Βερνίκη κατήντησαν εις Καισάρειαν ασπασάμενοι τον Φηστον.
14 ως δε πλείους ημέρας διέτριβον εκει, ο Φηστος τω βασιλει ανέθετο τα κατα τον Παυλον λέγων, Ανήρ τίς εστιν καταλελειμμένος υπο Φήλικος δέσμιος,
15 περι ου γενομένου μου εις Ιεροσόλυμα ενεφάνισαν οι αρχιερεις και οι πρεσβύτεροι των Ιουδαίων, αιτούμενοι κατ αυτου καταδίκην.
16 προς ους απεκρίθην οτι ουκ εστιν εθος Ρωμαίοις χαρίζεσθαί τινα ανθρωπον πριν η ο κατηγορούμενος κατα πρόσωπον εχοι τους κατηγόρους τόπον τε απολογίας λάβοι περι του εγκλήματος.
17 συνελθόντων ουν αυτων ενθάδε αναβολην μηδεμίαν ποιησάμενος τη εξης καθίσας επι του βήματος εκέλευσα αχθηναι τον ανδρα.
18 περι ου σταθέντες οι κατήγοροι ουδεμίαν αιτίαν εφερον ων εγω υπενόουν πονηρων,
19 ζητήματα δέ τινα περι της ιδίας δεισιδαιμονίας ειχον προς αυτον και περί τινος Ιησου τεθνηκότος, ον εφασκεν ο Παυλος ζην.
20 απορούμενος δε εγω την περι τούτων ζήτησιν ελεγον ει βούλοιτο πορεύεσθαι εις Ιεροσόλυμα κακει κρίνεσθαι περι τούτων.
21 του δε Παύλου επικαλεσαμένου τηρηθηναι αυτον εις την του Σεβαστου διάγνωσιν, εκέλευσα τηρεισθαι αυτον εως ου αναπέμψω αυτον προς Καίσαρα.
22 Αγρίππας δε προς τον Φηστον, Εβουλόμην και αυτος του ανθρώπου ακουσαι. Αυριον, φησίν, ακούση αυτου.
23 Τη ουν επαύριον ελθόντος του Αγρίππα και της Βερνίκης μετα πολλης φαντασίας και εισελθόντων εις το ακροατήριον σύν τε χιλιάρχοις και ανδράσιν τοις κατ εξοχην της πόλεως, και κελεύσαντος του Φήστου ηχθη ο Παυλος.
24 καί φησιν ο Φηστος, Αγρίππα βασιλευ και πάντες οι συμπαρόντες ημιν ανδρες, θεωρειτε τουτον περι ου απαν το πληθος των Ιουδαίων ενέτυχόν μοι εν τε Ιεροσολύμοις και ενθάδε, βοωντες μη δειν αυτον ζην μηκέτι.
25 εγω δε κατελαβόμην μηδεν αξιον αυτον θανάτου πεπραχέναι, αυτου δε τούτου επικαλεσαμένου τον Σεβαστον εκρινα πέμπειν.
26 περι ου ασφαλές τι γράψαι τω κυρίω ουκ εχω. διο προήγαγον αυτον εφ υμων και μάλιστα επι σου, βασιλευ Αγρίππα, οπως της ανακρίσεως γενομένης σχω τί γράψω.
27 αλογον γάρ μοι δοκει πέμποντα δέσμιον μη και τας κατ αυτου αιτίας σημαναι.

 

26ο Κεφάλαιο

 

1 Αγρίππας δε προς τον Παυλον εφη, Επιτρέπεταί σοι περι σεαυτου λέγειν. τότε ο Παυλος εκτείνας την χειρα απελογειτο,
2 Περι πάντων ων εγκαλουμαι υπο Ιουδαίων, βασιλευ Αγρίππα, ηγημαι εμαυτον μακάριον επι σου μέλλων σήμερον απολογεισθαι,
3 μάλιστα γνώστην οντα σε πάντων των κατα Ιουδαίους εθων τε και ζητημάτων. διο δέομαι μακροθύμως ακουσαί μου.
4 Την μεν ουν βίωσίν μου την εκ νεότητος την απ αρχης γενομένην εν τω εθνει μου εν τε Ιεροσολύμοις ισασι πάντες οι Ιουδαιοι,
5 προγινώσκοντές με ανωθεν, εαν θέλωσι μαρτυρειν, οτι κατα την ακριβεστάτην αιρεσιν της ημετέρας θρησκείας εζησα Φαρισαιος.
6 και νυν επ ελπίδι της εις τους πατέρας ημων επαγγελίας γενομένης υπο του θεου εστηκα κρινόμενος,
7 εις ην το δωδεκάφυλον ημων εν εκτενεία νύκτα και ημέραν λατρευον ελπίζει καταντησαι. περι ης ελπίδος εγκαλουμαι υπο Ιουδαίων, βασιλευ.
8 τί απιστον κρίνεται παρ υμιν ει ο θεος νεκρους εγείρει;
9 εγω μεν ουν εδοξα εμαυτω προς το ονομα Ιησου του Ναζωραίου δειν πολλα εναντία πραξαι.
10 ο και εποίησα εν Ιεροσολύμοις, και πολλούς τε των αγίων εγω εν φυλακαις κατέκλεισα την παρα των αρχιερέων εξουσίαν λαβών, αναιρουμένων τε αυτων κατήνεγκα ψηφον,
11 και κατα πάσας τας συναγωγας πολλάκις τιμωρων αυτους ηνάγκαζον βλασφημειν, περισσως τε εμμαινόμενος αυτοις εδίωκον εως και εις τας εξω πόλεις.
12 Εν οις πορευόμενος εις την Δαμασκον μετ εξουσίας και επιτροπης της των αρχιερέων
13 ημέρας μέσης κατα την οδον ειδον, βασιλευ, ουρανόθεν υπερ την λαμπρότητα του ηλίου περιλάμψαν με φως και τους συν εμοι πορευομένους.
14 πάντων τε καταπεσόντων ημων εις την γην ηκουσα φωνην λέγουσαν πρός με τη Εβραϊδι διαλέκτω, Σαουλ Σαούλ, τί με διώκεις; σκληρόν σοι προς κέντρα λακτίζειν.
15 εγω δε ειπα, Τίς ει, κύριε; ο δε κύριος ειπεν, Εγώ ειμι Ιησους ον συ διώκεις.
16 αλλα ανάστηθι και στηθι επι τους πόδας σου. εις τουτο γαρ ωφθην σοι, προχειρίσασθαί σε υπηρέτην και μάρτυρα ων τε ειδές με ων τε οφθήσομαί σοι,
17 εξαιρούμενός σε εκ του λαου και εκ των εθνων, εις ους εγω αποστέλλω σε
18 ανοιξαι οφθαλμους αυτων, του επιστρέψαι απο σκότους εις φως και της εξουσίας του Σατανα επι τον θεόν, του λαβειν αυτους αφεσιν αμαρτιων και κληρον εν τοις ηγιασμένοις πίστει τη εις εμέ.
19 Οθεν, βασιλευ Αγρίππα, ουκ εγενόμην απειθης τη ουρανίω οπτασία,
20 αλλα τοις εν Δαμασκω πρωτόν τε και Ιεροσολύμοις, πασάν τε την χώραν της Ιουδαίας και τοις εθνεσιν απήγγελλον μετανοειν και επιστρέφειν επι τον θεόν, αξια της μετανοίας εργα πράσσοντας.
21 ενεκα τούτων με Ιουδαιοι συλλαβόμενοι οντα εν τω ιερω επειρωντο διαχειρίσασθαι.
22 επικουρίας ουν τυχων της απο του θεου αχρι της ημέρας ταύτης εστηκα μαρτυρόμενος μικρω τε και μεγάλω, ουδεν εκτος λέγων ων τε οι προφηται ελάλησαν μελλόντων γίνεσθαι και Μωϋσης,
23 ει παθητος ο Χριστός, ει πρωτος εξ αναστάσεως νεκρων φως μέλλει καταγγέλλειν τω τε λαω και τοις εθνεσιν.
24 Ταυτα δε αυτου απολογουμένου ο Φηστος μεγάλη τη φωνη φησιν, Μαίνη, Παυλε. τα πολλά σε γράμματα εις μανίαν περιτρέπει.
25 ο δε Παυλος, Ου μαίνομαι, φησίν, κράτιστε Φηστε, αλλα αληθείας και σωφροσύνης ρήματα αποφθέγγομαι.
26 επίσταται γαρ περι τούτων ο βασιλεύς, προς ον και παρρησιαζόμενος λαλω. λανθάνειν γαρ αυτον τι τούτων ου πείθομαι ουθέν, ου γάρ εστιν εν γωνία πεπραγμένον τουτο.
27 πιστεύεις, βασιλευ Αγρίππα, τοις προφήταις; οιδα οτι πιστεύεις.
28 ο δε Αγρίππας προς τον Παυλον, Εν ολίγω με πείθεις Χριστιανον ποιησαι.
29 ο δε Παυλος, Ευξαίμην αν τω θεω και εν ολίγω και εν μεγάλω ου μόνον σε αλλα και πάντας τους ακούοντάς μου σήμερον γενέσθαι τοιούτους οποιος και εγώ ειμι, παρεκτος των δεσμων τούτων.
30 Ανέστη τε ο βασιλευς και ο ηγεμων η τε Βερνίκη και οι συγκαθήμενοι αυτοις,
31 και αναχωρήσαντες ελάλουν προς αλλήλους λέγοντες οτι Ουδεν θανάτου η δεσμων αξιον τι πράσσει ο ανθρωπος ουτος.
32 Αγρίππας δε τω Φήστω εφη, Απολελύσθαι εδύνατο ο ανθρωπος ουτος ει μη επεκέκλητο Καίσαρα.

27ο Κεφάλαιο

 

1 Ως δε εκρίθη του αποπλειν ημας εις την Ιταλίαν, παρεδίδουν τόν τε Παυλον καί τινας ετέρους δεσμώτας εκατοντάρχη ονόματι Ιουλίω σπείρης Σεβαστης.
2 επιβάντες δε πλοίω Αδραμυττηνω μέλλοντι πλειν εις τους κατα την Ασίαν τόπους ανήχθημεν, οντος συν ημιν Αριστάρχου Μακεδόνος Θεσσαλονικέως.
3 τη τε ετέρα κατήχθημεν εις Σιδωνα, φιλανθρώπως τε ο Ιούλιος τω Παύλω χρησάμενος επέτρεψεν προς τους φίλους πορευθέντι επιμελείας τυχειν.
4 κακειθεν αναχθέντες υπεπλεύσαμεν την Κύπρον δια το τους ανέμους ειναι εναντίους,
5 τό τε πέλαγος το κατα την Κιλικίαν και Παμφυλίαν διαπλεύσαντες κατήλθομεν εις Μύρα της Λυκίας.
6 κακει ευρων ο εκατοντάρχης πλοιον Αλεξανδρινον πλέον εις την Ιταλίαν ενεβίβασεν ημας εις αυτό.
7 εν ικαναις δε ημέραις βραδυπλοουντες και μόλις γενόμενοι κατα την Κνίδον, μη προσεωντος ημας του ανέμου, υπεπλεύσαμεν την Κρήτην κατα Σαλμώνην,
8 μόλις τε παραλεγόμενοι αυτην ηλθομεν εις τόπον τινα καλούμενον Καλους Λιμένας, ω εγγυς πόλις ην Λασαία.
9 Ικανου δε χρόνου διαγενομένου και οντος ηδη επισφαλους του πλοος δια το και την νηστείαν ηδη παρεληλυθέναι, παρήνει ο Παυλος
10 λέγων αυτοις, Ανδρες, θεωρω οτι μετα υβρεως και πολλης ζημίας ου μόνον του φορτίου και του πλοίου αλλα και των ψυχων ημων μέλλειν εσεσθαι τον πλουν.
11 ο δε εκατοντάρχης τω κυβερνήτη και τω ναυκλήρω μαλλον επείθετο η τοις υπο Παύλου λεγομένοις.
12 ανευθέτου δε του λιμένος υπάρχοντος προς παραχειμασίαν οι πλείονες εθεντο βουλην αναχθηναι εκειθεν, ει πως δύναιντο καταντήσαντες εις Φοίνικα παραχειμάσαι, λιμένα της Κρήτης βλέποντα κατα λίβα και κατα χωρον.
13 Υποπνεύσαντος δε νότου δόξαντες της προθέσεως κεκρατηκέναι, αραντες ασσον παρελέγοντο την Κρήτην.
14 μετ ου πολυ δε εβαλεν κατ αυτης ανεμος τυφωνικος ο καλούμενος Ευρακύλων.
15 συναρπασθέντος δε του πλοίου και μη δυναμένου αντοφθαλμειν τω ανέμω επιδόντες εφερόμεθα.
16 νησίον δέ τι υποδραμόντες καλούμενον Καυδα ισχύσαμεν μόλις περικρατεις γενέσθαι της σκάφης,
17 ην αραντες βοηθείαις εχρωντο υποζωννύντες το πλοιον. φοβούμενοί τε μη εις την Σύρτιν εκπέσωσιν, χαλάσαντες το σκευος, ουτως εφέροντο.
18 σφοδρως δε χειμαζομένων ημων τη εξης εκβολην εποιουντο,
19 και τη τρίτη αυτόχειρες την σκευην του πλοίου ερριψαν.
20 μήτε δε ηλίου μήτε αστρων επιφαινόντων επι πλείονας ημέρας, χειμωνός τε ουκ ολίγου επικειμένου, λοιπον περιηρειτο ελπις πασα του σώζεσθαι ημας.
21 Πολλης τε ασιτίας υπαρχούσης τότε σταθεις ο Παυλος εν μέσω αυτων ειπεν, Εδει μέν, ω ανδρες, πειθαρχήσαντάς μοι μη ανάγεσθαι απο της Κρήτης κερδησαί τε την υβριν ταύτην και την ζημίαν.
22 και τα νυν παραινω υμας ευθυμειν, αποβολη γαρ ψυχης ουδεμία εσται εξ υμων πλην του πλοίου.
23 παρέστη γάρ μοι ταύτη τη νυκτι του θεου ου ειμι εγώ, ω και λατρεύω, αγγελος
24 λέγων, Μη φοβου, Παυλε. Καίσαρί σε δει παραστηναι, και ιδου κεχάρισταί σοι ο θεος πάντας τους πλέοντας μετα σου.
25 διο ευθυμειτε, ανδρες. πιστεύω γαρ τω θεω οτι ουτως εσται καθ ον τρόπον λελάληταί μοι.
26 εις νησον δέ τινα δει ημας εκπεσειν.
27 Ως δε τεσσαρεσκαιδεκάτη νυξ εγένετο διαφερομένων ημων εν τω Αδρία, κατα μέσον της νυκτος υπενόουν οι ναυται προσάγειν τινα αυτοις χώραν.
28 και βολίσαντες ευρον οργυιας εικοσι, βραχυ δε διαστήσαντες και πάλιν βολίσαντες ευρον οργυιας δεκαπέντε.
29 φοβούμενοί τε μή που κατα τραχεις τόπους εκπέσωμεν, εκ πρύμνης ρίψαντες αγκύρας τέσσαρας ηυχοντο ημέραν γενέσθαι.
30 των δε ναυτων ζητούντων φυγειν εκ του πλοίου και χαλασάντων την σκάφην εις την θάλασσαν προφάσει ως εκ πρώρης αγκύρας μελλόντων εκτείνειν,
31 ειπεν ο Παυλος τω εκατοντάρχη και τοις στρατιώταις, Εαν μη ουτοι μείνωσιν εν τω πλοίω, υμεις σωθηναι ου δύνασθε.
32 τότε απέκοψαν οι στρατιωται τα σχοινία της σκάφης και ειασαν αυτην εκπεσειν.
33 Αχρι δε ου ημέρα ημελλεν γίνεσθαι παρεκάλει ο Παυλος απαντας μεταλαβειν τροφης λέγων, Τεσσαρεσκαιδεκάτην σήμερον ημέραν προσδοκωντες ασιτοι διατελειτε, μηθεν προσλαβόμενοι.
34 διο παρακαλω υμας μεταλαβειν τροφης, τουτο γαρ προς της υμετέρας σωτηρίας υπάρχει. ουδενος γαρ υμων θριξ απο της κεφαλης απολειται.
35 ειπας δε ταυτα και λαβων αρτον ευχαρίστησεν τω θεω ενώπιον πάντων και κλάσας ηρξατο εσθίειν.
36 ευθυμοι δε γενόμενοι πάντες και αυτοι προσελάβοντο τροφης.
37 ημεθα δε αι πασαι ψυχαι εν τω πλοίω διακόσιαι εβδομήκοντα εξ.
38 κορεσθέντες δε τροφης εκούφιζον το πλοιον εκβαλλόμενοι τον σιτον εις την θάλασσαν.
39 Οτε δε ημέρα εγένετο, την γην ουκ επεγίνωσκον, κόλπον δέ τινα κατενόουν εχοντα αιγιαλον εις ον εβουλεύοντο ει δύναιντο εξωσαι το πλοιον.
40 και τας αγκύρας περιελόντες ειων εις την θάλασσαν, αμα ανέντες τας ζευκτηρίας των πηδαλίων, και επάραντες τον αρτέμωνα τη πνεούση κατειχον εις τον αιγιαλόν.
41 περιπεσόντες δε εις τόπον διθάλασσον επέκειλαν την ναυν, και η μεν πρωρα ερείσασα εμεινεν ασάλευτος, η δε πρύμνα ελύετο υπο της βίας των κυμάτων.
42 των δε στρατιωτων βουλη εγένετο ινα τους δεσμώτας αποκτείνωσιν, μή τις εκκολυμβήσας διαφύγη.
43 ο δε εκατοντάρχης βουλόμενος διασωσαι τον Παυλον εκώλυσεν αυτους του βουλήματος, εκέλευσέν τε τους δυναμένους κολυμβαν απορίψαντας πρώτους επι την γην εξιέναι,
44 και τους λοιπους ους μεν επι σανίσιν ους δε επί τινων των απο του πλοίου. και ουτως εγένετο πάντας διασωθηναι επι την γην.

 

28ο Κεφάλαιο

 

1 Και διασωθέντες τότε επέγνωμεν οτι Μελίτη η νησος καλειται.
2 οι τε βάρβαροι παρειχον ου την τυχουσαν φιλανθρωπίαν ημιν, αψαντες γαρ πυραν προσελάβοντο πάντας ημας δια τον υετον τον εφεστωτα και δια το ψυχος.
3 συστρέψαντος δε του Παύλου φρυγάνων τι πληθος και επιθέντος επι την πυράν, εχιδνα απο της θέρμης εξελθουσα καθηψεν της χειρος αυτου.
4 ως δε ειδον οι βάρβαροι κρεμάμενον το θηρίον εκ της χειρος αυτου, προς αλλήλους ελεγον, Πάντως φονεύς εστιν ο ανθρωπος ουτος ον διασωθέντα εκ της θαλάσσης η δίκη ζην ουκ ειασεν.
5 ο μεν ουν αποτινάξας το θηρίον εις το πυρ επαθεν ουδεν κακόν.
6 οι δε προσεδόκων αυτον μέλλειν πίμπρασθαι η καταπίπτειν αφνω νεκρόν. επι πολυ δε αυτων προσδοκώντων και θεωρούντων μηδεν ατοπον εις αυτον γινόμενον, μεταβαλόμενοι ελεγον αυτον ειναι θεόν.
7 Εν δε τοις περι τον τόπον εκεινον υπηρχεν χωρία τω πρώτω της νήσου ονόματι Ποπλίω, ος αναδεξάμενος ημας τρεις ημέρας φιλοφρόνως εξένισεν.
8 εγένετο δε τον πατέρα του Ποπλίου πυρετοις και δυσεντερίω συνεχόμενον κατακεισθαι, προς ον ο Παυλος εισελθων και προσευξάμενος επιθεις τας χειρας αυτω ιάσατο αυτόν.
9 τούτου δε γενομένου και οι λοιποι οι εν τη νήσω εχοντες ασθενείας προσήρχοντο και εθεραπεύοντο,
10 οι και πολλαις τιμαις ετίμησαν ημας και αναγομένοις επέθεντο τα προς τας χρείας.
11 Μετα δε τρεις μηνας ανήχθημεν εν πλοίω παρακεχειμακότι εν τη νήσω Αλεξανδρίνω, παρασήμω Διοσκούροις.
12 και καταχθέντες εις Συρακούσας επεμείναμεν ημέρας τρεις,
13 οθεν περιελόντες κατηντήσαμεν εις Ρήγιον. και μετα μίαν ημέραν επιγενομένου νότου δευτεραιοι ηλθομεν εις Ποτιόλους,
14 ου ευρόντες αδελφους παρεκλήθημεν παρ αυτοις επιμειναι ημέρας επτά. και ουτως εις την Ρώμην ηλθαμεν.
15 κακειθεν οι αδελφοι ακούσαντες τα περι ημων ηλθαν εις απάντησιν ημιν αχρι Αππίου Φόρου και Τριων Ταβερνων, ους ιδων ο Παυλος ευχαριστήσας τω θεω ελαβε θάρσος.
16 Οτε δε εισήλθομεν εις Ρώμην, επετράπη τω Παύλω μένειν καθ εαυτον συν τω φυλάσσοντι αυτον στρατιώτη.
17 Εγένετο δε μετα ημέρας τρεις συγκαλέσασθαι αυτον τους οντας των Ιουδαίων πρώτους. συνελθόντων δε αυτων ελεγεν προς αυτούς, Εγώ, ανδρες αδελφοί, ουδεν εναντίον ποιήσας τω λαω η τοις εθεσι τοις πατρώοις δέσμιος εξ Ιεροσολύμων παρεδόθην εις τας χειρας των Ρωμαίων,
18 οιτινες ανακρίναντές με εβούλοντο απολυσαι δια το μηδεμίαν αιτίαν θανάτου υπάρχειν εν εμοί.
19 αντιλεγόντων δε των Ιουδαίων ηναγκάσθην επικαλέσασθαι Καίσαρα, ουχ ως του εθνους μου εχων τι κατηγορειν.
20 δια ταύτην ουν την αιτίαν παρεκάλεσα υμας ιδειν και προσλαλησαι, ενεκεν γαρ της ελπίδος του Ισραηλ την αλυσιν ταύτην περίκειμαι.
21 οι δε προς αυτον ειπαν, Ημεις ουτε γράμματα περι σου εδεξάμεθα απο της Ιουδαίας, ουτε παραγενόμενός τις των αδελφων απήγγειλεν η ελάλησέν τι περι σου πονηρόν.
22 αξιουμεν δε παρα σου ακουσαι α φρονεις, περι μεν γαρ της αιρέσεως ταύτης γνωστον ημιν εστιν οτι πανταχου αντιλέγεται.
23 Ταξάμενοι δε αυτω ημέραν ηλθον προς αυτον εις την ξενίαν πλείονες, οις εξετίθετο διαμαρτυρόμενος την βασιλείαν του θεου πείθων τε αυτους περι του Ιησου από τε του νόμου Μωϋσέως και των προφητων απο πρωϊ εως εσπέρας.
24 και οι μεν επείθοντο τοις λεγομένοις, οι δε ηπίστουν.
25 ασύμφωνοι δε οντες προς αλλήλους απελύοντο, ειπόντος του Παύλου ρημα εν οτι Καλως το πνευμα το αγιον ελάλησεν δια Ησαϊου του προφήτου προς τους πατέρας υμων
26 λέγων, Πορεύθητι προς τον λαον τουτον και ειπόν, Ακοη ακούσετε και ου μη συνητε, και βλέποντες βλέψετε και ου μη ιδητε.
27 επαχύνθη γαρ η καρδία του λαου τούτου, και τοις ωσιν βαρέως ηκουσαν, και τους οφθαλμους αυτων εκάμμυσαν. μήποτε ιδωσιν τοις οφθαλμοις και τοις ωσιν ακούσωσιν και τη καρδία συνωσιν και επιστρέψωσιν, και ιάσομαι αυτούς.
28 γνωστον ουν εστω υμιν οτι τοις εθνεσιν απεστάλη τουτο το σωτήριον του θεου. αυτοι και ακούσονται.
29 Ενέμεινεν δε διετίαν ολην εν ιδίω μισθώματι, και απεδέχετο πάντας τους εισπορευομένους προς αυτόν,
30 κηρύσσων την βασιλείαν του θεου και διδάσκων τα περι του κυρίου Ιησου Χριστου μετα πάσης παρρησίας ακωλύτως.

 

 

 

************************************************************************

 

 

 

ΝΑ ΘΥΜΑΣΑΙ ΠΑΝΤΑ ΤΟΥΣ ΣΤΟΙΧΟΥΣ ΤΟΥ ΑΣΜΑΤΟΣ ΠΟΥ ΤΡΑΓΟΥΔΗΣΕ Ο ΞΥΛΟΥΡΗΣ

 

ΑΝΤΕ ΘΥΜΑ, ΑΝΤΕ ΨΩΝΙΟ

ΑΝΤΕ ΣΥΜΒΟΛΟ ΑΙΩΝΙΟ...

 

ΑΝ ΞΥΠΝΗΣΕΙΣ ΜΟΝΟΜΙΑΣ,   

ΘΑΡΘΕΙ ΑΝΑΠΟΔΑ Ο ΝΤΟΥΝΙΑΣ...

 

 

EMΦΑΝΙΣΗ ΨΥΧΩΝ ΓΥΡΩ ΑΠΟ ΠΡΟΣΚΥΝΗΤΕΣ . ΕΙΝΑΙ ΑΝΘΡΩΠΟΙ ΠΟΥ ΠΕΘΑΝΑΝ ΚΑΙ ΕΠΑΝΑΘΕΩΘΗΚΑΝ... 

 

 

Η ΜΟΡΦΗ ΤΟΥ ΑΓΙΟΥ ΗΛΙΑ , ΩΣ ΓΕΡΟΝΤΑ ΚΡΑΤΩΝΤΑ ΣΤΑΥΡΟΝ  ΕΞ ΑΠΛΟΥ ΞΥΛΟΥ. ΟΠΙΣΘΕΝ ΕΥΣΕΒΟΥΣ ΕΛΛΗΝΑ, ΠΟΛΛΑ ΧΡΟΝΙΑ ΜΕΤΑΝΑΣΤΗ ΣΤΗΝ ΑΥΣΤΡΑΛΙΑ

 

 

ΠΡΟΣΩΠΙΚΗ ΛΗΨΗ.  ΠΡΟΣΠΑΘΟΥΣΑ ΝΑ ΦΩΤΟΓΡΑΦΙΣΩ ΤΟ ΔΕΝΔΡΟ ΤΟΥ ΜΑΡΤΥΡΙΟΥ ΤΟΥ ΟΣΙΟΥ ΕΦΡΕΜ, ΣΤΗΝ ΝΕΑ ΜΑΚΡΗ.

 ΜΙΑ ΑΝΥΠΑΡΚΤΗ ΓΑΛΑΖΙΑ ΑΚΤΙΝΑ - ΣΤΗ ΦΩΤΟΓΡΑΦΙΑ ΜΟΝΟ ΑΠΟΤΥΠΩΘΗΚΕ -   ΦΩΤΙΖΕΙ ΤΟ ΣΤΑΥΡΟ ΚΑΤΩ ΑΠΟ ΤΟ ΔΕΝΔΡΟ ΤΟΥ ΜΑΡΤΥΡΙΟΥ ΤΟΥ ΟΣΙΟΥ ΕΦΡΕΜ.

ΠΑΝΩ ΑΚΡΙΒΩΣ , ΕΝΑ 'ΑΝΥΠΑΡΚΤΟ' - ΣΤΗ ΦΩΤΟΓΡΑΦΙΑ ΑΠΟΤΥΠΩΘΗΚΕ  ΜΟΝΟ -  ΠΥΡΙΝΟ ΧΕΡΙ  ΔΕΙΧΝΕΙ ΤΟ ΣΤΑΥΡΟ...  ΔΕΙΧΝΕΙ ΤΟ ΣΗΜΕΙΟ ΤΗΣ ΛΥΤΡΩΣΗΣ..  ΤΗ ΜΟΝΗ  ΟΔΟ...

 

 

 

Το 1920 στην Ιερά Μονή του Αγίου Παντελεήμονα (Ρωσικό), του Αγίου ΄Ορους, είχαν έρθει κάποιοι Αγ. Πατέρες από τη Ρωσία για προσκύνημα. Μετά τη Θεία Λειτουργία οι Ιερομόναχοι της Μονής περνούσαν και έπαιρναν ευλογία.

΄Ενας φωτογράφος που τους φωτογράφησε έμεινε έκπληκτος, όταν εμφάνισε τη φωτογραφία και είδε μια γυναίκα και φωτιά από κάτω της, ενώ όλοι γνωρίζουμε ότι απαγορεύεται η είσοδος γυναικών στο Αγ. ΄Ορος.

       Μετά κατάλαβαν ότι ήταν η ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟΣ η προστάτιδα του ΑΓ. ΟΡΟΥΣ.

                               ΠΡΑΓΜΑΤΙ ΕΙΝΑΙ ΑΛΗΘΙΝΗ Η ΠΙΣΤΗ ΜΑΣ.

ΠΑΡΑΚΑΛΑΤΕ ΤΗΝ ΠΑΝΑΓΙΑ ΝΑ ΜΑΣ ΣΩΣΕΙ ΑΠΟ ΤΟΥΣ ΑΙΡΕΤΙΚΟΥΣ ΓΙΑΤΙ ΘΑ ΔΙΑΛΥΣΟΥΝ ΤΗΝ ΠΙΣΤΗ ΜΑΣ.

 

ΓΝΩΣΕΙΣ ΠΟΥ ΣΩΖΟΥΝ